Ancient Greek · ~2 min
Ι. ΕΙΣΑΓΩΓΑΙ ΤΩΝ ΣΤΕΡΕΟΜΕΤΡΟΥΜΕΝΩΝ ΗΡΩΟΣ., Chapter 76
Hero of Alexandria, Stereometrica 76.1
Not analysed yet
Φοῦρνον μετρῆσαι, οὗ τὸ ἔμφωτον ποδῶν ῑ καὶ τὸ πάχος τῆς οἰκοδομῆς ποδῶν β· εὑρεῖν αὐτοῦ τὸ στερεόν. ποίει οὕτως· σύνθες τὰ β πάχη· γίνονται ῑδ. ταῦτα κύβισον· γίνονται ,βψμδ. ἐκ τούτων ἆρον τὸ ἔμφωτον κυβίσας· γίνονται ᾱ· λοιπὸν ,αψμδ. ταῦτα ἑνδεκάκις· γίνονται α θρπδ. τούτων τὸ μβ΄· γίνονται ῡνϛ U+2220΄ ζ΄ ιδ΄. Μέτρησις φούρνου. φοῦρνον νον μετρήσωμεν οὕτως, οὗ τὸ ἔμφωτον μοδίων ῑ· ταῦτα τὰ ῑ κυβίσεται· ταῦτα ἑνδεκάκις· τούτων τὸ μβ΄. τὸ δὲ βησαλικόν· σύνθες τὴν διάμετρον καὶ τὰ πάχη· ταῦτα κύβισον.