Ancient Greek · ~2 min
Ι. ΕΙΣΑΓΩΓΑΙ ΤΩΝ ΣΤΕΡΕΟΜΕΤΡΟΥΜΕΝΩΝ ΗΡΩΟΣ., Chapter 79
Hero of Alexandria, Stereometrica 79.1
Not analysed yet
Ἀστερίσκον διπλοείλητον μετρῆσαι, οὗ ἡ διάμετρος ποδὸς ᾱ καὶ τὸ πλάτος ποδῶν γ καὶ τὸ ὕψος ποδῶν β· εὑρεῖν αὐτοῦ τὸ στερεόν. ποίει οὕτως· τὴν διάμετρον ἐπὶ τὰ β· γίνονται η. ταῦτα ἐφʼ ἑαυτά· γίνονται ξδ. ἆρον τὸ ἔμφωτον ἐφʼ ἑαυτό· γίνονται ῑϛ· λοιπὸν γίνονται μη. ταῦτα ἐπὶ τὸ πλάτος, ἐπὶ τὰ γ· γίνονται ρμδ. ταῦτα ἑνδεκάκις· γίνονται ,αφπδ· ὧν τὸ ιδ΄· γίνονται ρῑγ ζ΄.