Ancient Greek · ~2 min
ΙΙ., Chapter 8
Hero of Alexandria, Stereometrica 8.1-2
Not analysed yet
Ἔστω κοῦππα καὶ ἐχέτω τὴν ἄνω διάμετρον ποδῶν ϛ καὶ τὴν κάτω διάμετρον ποδῶν η, τὸ δὲ ὕψος ποδῶν ῑ· εὑρεῖν, πόσα κεράμια χωρήσει. ποιῶ οὕτως· συντίθημι τὴν ἄνω διάμετρον καὶ τὴν κάτω· γίνονται ιδ ὧν τὸ U+2220´· γίνονται ζ. ταῦτα ἐφ᾿ ἑαυτά· γίνονται πόδες μθ. ταῦτα ἑνδεκάκις· γίνονται φλθ. τούτων τὸ ιδ´· γίνονται πόδες λη U+2220´. ταῦτα ποιῶ ἐπὶ τὸ ὕψος, ἐπὶ τοὺς ῑ πόδας· γίνονται τπε. τοσαῦτα κεράμια χωρήσει, τπε.