Ancient Greek · ~2 min
Ι. ΕΙΣΑΓΩΓΑΙ ΤΩΝ ΣΤΕΡΕΟΜΕΤΡΟΥΜΕΝΩΝ ΗΡΩΟΣ., Chapter 95
Hero of Alexandria, Stereometrica 95.1
Not analysed yet
Διόνυχα μετρήσομεν, οὗ ἡ διάμετρος ποδῶν ιδ καὶ ἡ κάθετος ποδῶν ζ· εὑρεῖν αὐτοῦ τὸ ἐμβαδόν. ποίει οὕτως· τὴν κάθετον ἐπὶ τὴν βάσιν, τὰ ξ ἐπὶ τὰ ιδ· γίνονται 𝒢η. ταῦτα ἀεὶ ἐπὶ τὰ γ· γίνονται πόδες σ𝒢δ. τούτων τὸ ιδ´· γίνονται πόδες κα. τοσούτου τὸ ἐμβαδόν. βαδόν. ἐὰν δὲ στερεόν, ποίει τὸ ἐμβαδὸν ἐπὶ πάχος, καὶ ἕξεις τὸ στερεόν.