# Πνευματικά XVIII.

Hero of Alexandria, Πνευματικά, ΗΡΩΝΟΣ ΑΛΕΞΑΝΔΡΕΩΣ ΠΝΕΥΜΑΤΙΚΩΝ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hero-of-alexandria/text/XVIII.

Εἰς ἔνια ῥυτὰ προεγχυθέντος οἴνου, ὅταν ὕδωρ ἐπιχέωμεν, ὁτὲ μὲν καθαρὸν τὸ ὕδωρ ἐκρέει, ὁτὲ δὲ κρᾶμα, ὁτὲ δὲ οἶνος καθαρός· κατασκευάζεται δὲ τόνδε τὸν τρόπον. Ἔστω ῥυτὸν τὸ ΑΒΓ ἔχον διαφράγματα δύο τὰ ∠Ε, ΖΗ· διὰ δὲ ἀμφοτέρων αὐτῶν σωλὴν διώσθω ὁ ΘΚ συνεστεγνωμένος τοῖς διαφράγμασι καὶ τετρυπημένος τρηματίῳ τῷ Λ κειμένῳ ὑπεράνω βραχὺ τοῦ ΖΗ διαφράγματος. ὑπὸ δὲ τὸ ∠Ε διάφραγμα διαύγιον ἔστω τὸ Μ ἐν τῷ κύτει τοῦ ῥυτοῦ. τούτων δὲ οὕτως ἐχόντων ἐὰν ἀπολαβών τις τὴν Γ ἔκρυσιν ἐγχέῃ τὸν οἶνον, χωρήσει διὰ τοῦ Λ τρυπήματος εἰς τὴν ∠ΕΖΗ χώραν· ὁ γὰρ ἐν αὐτῇ ἀὴρ ἐκχωρήσει διὰ τοῦ Μ διαυγίου. ὅταν οὖν τῷ δακτύλῳ ἐπιπωμάσωμεν τὸ Μ διαύγιον, στέξει ὁ ἐν τῷ ∠ΕΖΗ μέρει οἶνος. ὅταν οὖν ὕδωρ ἐπιχέωμεν τῷ ΑΒΕ∠ μέρει τοῦ ῥυτοῦ κατέχοντες τὸ Μ διαύγιον, ῥεύσει καθαρὸν τὸ ὕδωρ· ἐὰν δὲ ἀνῶμεν ἔτι ἄνω ὄντος τοῦ ὕδατος τὸ Μ διαύγιον, κρᾶμα ῥυήσεται· τοῦ δὲ ὕδατος ἐκρεύσαντος, τότε καθαρὸς ὁ οἶνος ῥεύσει. ἔξεστι δὲ καὶ πλεονάκις ἀνιέντα τὸ Μ διαύγιον διαφόρους τὰς ἐκρύσεις ποιεῖσθαι. ἄμεινον δὲ προεγχέαντα ὕδωρ εἰς τὴν ∠ΕΗ χώραν καὶ καταλαβόντα τὸ διαύγιον οἶνον ἐπιχέειν· συμβήσεται γὰρ ὁτὲ μὲν καθαρὸν οἶνον ἐκρέειν, ἀνεθέντος δὲ τοῦ διαυγίου πάλιν κρᾶμα καὶ πάλιν ἀποληφθέντος τοῦ διαυγίου καθαρὸν τὸν οἶνον ἐκρέειν. καὶ τοῦτο, ὁσάκις ἐὰν βουλώμεθα, ἔσται.

---

Hero of Alexandria, Πνευματικά, ed. Wilhelm Schmidt. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0559.tlg001.local001/.
