Ancient Greek
ΠΡΩΝΟΣ ΑΛΕΞΑΝΔΡΕΩΣ ΠΝΕΥΜΑΤΙΚΩΝ ΔΕΥΤΕΡΟΝ.
Hero of Alexandria, Πνευματικά XXV.-2
Not analysed yet
Ἀγγείου ὄντος στεγνοῦ καὶ κρουνὸν ἔχοντος ἀνεῳγότα καὶ θύρσου παρακειμένου, ᾧ ὑπόκειται ποτήριον πλῆρες ὕδατος, ἐὰν ἀποσπάσῃ τις τὸ ποτήριον, μικρὸν ῥεύσει ὁ κρουνός, ἐφʼ ὅσον ἂν τὸ ποτήριον εἴη ὑπεσπασμένον. ἀνωσθέντος οὖν τοῦ ποτηρίου, οὐκέτι ῥεύσει ὁ κρουνός. Ἔστω τὸ εἰρημένον ἀγγεῖον τὸ ΑΒ διαπεφραγμένον τὸν τράχηλον τῷ Γ∠ διαφράγματι. ἐκ δὲ τοῦ Γ∠ σωλὴν ἀνατεινέτω συντετρημένος αὐτῷ ὁ ΕΖ. τούτῳ δὲ περικείσθω ἕτερος ὁ ΚΛ ,ὥστε εἶναι πνικτὸν διαβήτην. τῷ δὲ ΚΛ συντετρήσθω ἕτερος σωλὴν ὁ ΜΝ ἀνεῳγὸς ἔχων τὸ Μ· τὸ δὲ ἐκτὸς σκέλος τοῦ ΜΝ σωλῆνος ἔστω ἔν τινι ποτηρίῳ τῷ ΟΞ, εἰς ὅ ἐγκεχύσθω ὕδωρ, ὥστε πλῆρες εἶναι. συμπληρωθήσεται δὴ καὶ τὸ ἐν τῷ ποτηρίῳ σκέλος τοῦ σωλῆνος. ἐγκεχύσθω δὲ καὶ εἰς τὸν τράχηλον τοῦ ΑΒ ἀγγείου ὕδωρ ὀλίγον, ὥστε ἐπιφράξαι τὴν ἀναπνοήν. πλήρους ὄντος τοῦ ΑΒ ἀγγείου, οὐ ῥεύσει ὁ Π κρουνὸς καίτοι ἀνεῳγώς, ἐπειδήπερ ὁ ἀὴρ οὐκ ἔχει παρείσδυσιν διὰ τὸ ἐγχυθὲν εἰς τὸν τράχηλον ὕδωρ. ὑποσπασθέντος δὲ τοῦ ποτηρίου ἀνάγκη κενωθῆναί τι μέρος τοῦ ἐν τῷ ποτηρίῳ σκέλους τοῦ σίφωνος· εἰς δὲ τὸν κενούμενον τόπον ἐπισπασθήσεται ὁ συνεχὴς ἀήρ. οὗτος δὲ τὸ ἐγχυθὲν εἰς τὸν τράχηλον ὑδάτιον συνεπισπάσεται, ὥστε ὑπερβῆναι τὸ Ζ στόμιον. καὶ διὰ τοῦτο τοῦ ἀέρος ἐσχηκότος παρείσδυσιν, ῥεύσει ὁ Π κρουνός, |ἄχρις ἂν τὸ ΞΟ ποτήριον ἀνωσθὲν τὸ ἐν τῷ τραχήλῳ ὕδωρ ποιήσῃ ἐπιφράξαι τὴν ἀναπνοήν· πάλιν γὰρ εἰς τὸν ἐξ ἀρχῆς τόπον ἀποκατασταθήσεται· καὶ οὐκέτι ῥεύσει ὁ Π κρουνός. καὶ τοῦτο, ὁσάκις ἂν ὑποσπᾶται καὶ προσφέρηται τὸ ποτήριον. δεῖ δὲ αὐτὸ μὴ ὅλον ὑποσπάσαι, ἵνα μὴ ὅλον γυμνωθῇ τὸ σκέλος τοῦ σίφωνος. ὁ μὲν οὖν ΜΝ σωλὴν εἰς θύρσον διεσκευάσθω, ὁ δὲ ΡΝ εἰς τὴν περὶ τοῦτον διάμετρον, ἵνα εὐδιάθετον ᾖ τὸ ὅραμα.