Ancient Greek
ΠΡΩΝΟΣ ΑΛΕΞΑΝΔΡΕΩΣ ΠΝΕΥΜΑΤΙΚΩΝ ΔΕΥΤΕΡΟΝ.
Hero of Alexandria, Πνευματικά XXXVII.-2
Not analysed yet
Δύναται δὲ καὶ ἄλλως μὴ ὑπάρχοντος ἐπιρρύτου ὕδατος τὸ αὐτὸ γίνεσθαι οὕτως. Ἔστω βάσις πάλιν στεγνὴ πάντοθεν ἡ ΑΒΓ∠, διάφραγμα μέσον ἔχουσα τὸ Ε Ζ, ὁ δὲ ἐκ τοῦ στόματος σωλὴν φέρων εἰς τὴν βάσιν ὁ ΗΘΚ, ἕτερος δὲ σωλὴν διά τε τῆς Α∠ ἐφέδρας τῆς βάσεως καὶ διὰ τοῦ ΕΖ διαφράγματος ὁ ΛΜΝ τρύπημα ἔχων ὑπὲρ τὸ ΕΖ διάφραγμα τὸ Ξ. ἕτερος δὲ σωλὴν συνεσμηρισμένος αὐτῷ ἔστω ὁ Π καὶ οὗτος τρύπημα ἔχων κατὰ τὸ Ξ κείμενον τὸ Ρ, ᾧ συμφυὴς ἔστω ἤτοι Πὰν ἢ ἄλλο τι ζῴδιον ῥάβδον ἔχον. ὅταν μὲν οὖν ἐπεστραμμένον ᾖ τὸ ζῴδιον πρὸς τὸ ζῷον, οὐ μὴ πίῃ καθάπερ ὑπὸ φόβου κωλυόμενον· ὅταν δὲ ἀποστραφῇ, τότε πίεται. ἐὰν οὖν ἐμβάλωμεν εἰς τὸ Α∠ΕΖ ἀγγεῖον διά τινος τρυπήματος τοῦ ὕδωρ καὶ πάλιν ἐπιστεγνώσωμεν τὸ τρύπημα κηρῷ ἢ ἄλλῳ τινί, συμβήσεται καταλλήλων κειμένων τῶν Ρ, Ξ τρυπημάτων τὸ ἐμβληθὲν ὕδωρ μεταχωρεῖν εἰς τὸ ΕΒΓΖ ἀγγεῖον· κενούμενον δὲ τὸ Α∠ΕΖ ἐπισπάσεται διὰ τοῦ στόματος τοῦ ζῴου τὸν ἀέρα, καὶ τηνικαῦτα προσενεχθέντος αὐτῷ ποτηρίου πίεται.