# Mimiambi 132.3

Herodas, Mimiambi, 132.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/herodas/mimiambi/132.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/herodas/mimiambi/132.3

ἄνδρες δικασταί, τῆς γενῆς μὲν οὐκ ἐστέ ἡμέων κριταὶ δήκουθεν οὐδὲ τῆς δόξης, οὐδ’ εἰ Θαλῆς μὲν οὗτος ἀξίην τὴν νηῦν ἔχει ταλάντων πέντ’, ἐγὼ δὲ μηδ’ ἄρτους, ἀλλ’ εἴπερ ἔξει Βάτταρόν τι πημήνας δίκην ἐρύκειν· τὠλυκὸν γὰρ δεῖ κλαῦσαι ὧν αἰτιήσομαι. ἀστὸς ᾖ ἄστυ καὶ χώρη; ἐν δυσμενείῃ γ’ ἐστὶ τῆς πόλιος κἠγώ, καὶ ζῶμεν οὐχ ὡς βουλόμεσθ’, ἀλλ’ ὡς ἡμέας ὁ καιρὸς ἕλκει. προστάτην νέμει Μέννην ἐγὼ δ’ Ἀριστοφῶντα· πὺξ νενίκηκεν Μέννης, Ἀριστοφῶν δὲ κἤτι νῦν ἄγχει· κεἰ μή ἐστ’ ἀληθέα ταῦτα, τοῦ ἡλίου δύντος ἴδεσθ’ ἐπ’ ὤμων, ἄνδρες, ἢν ἔχει χλαῖναν· στεγνῶς ἐγὼ τῷ προστάτῃ τεθώρηγμαι. ἐρεῖ τάχ’ ὕμιν ‘ἐξ Ἄκης ἐλήλυθα πυροὺς ἄγων κἤστησα τὴν κακὴν λιμόν,’ ἐγὼ δὲ πόρνας ἐκ Τύρου· τί τῷ δήμῳ τοῦτ’ ἐστί; δωρεὴν γὰρ οὔθ’ οὗτος πυροὺς δίδωσ’ ἀλήθειν οὔτ’ ἐγὼ πάλιν κείνην. εἰ δ’ οὕνεκεν πλεῖ τὴν θάλασσαν ἢ χλαῖναν ἔχει τριῶν μνῶν Ἀττικῶν, ἐγὼ δ’ οἰκέω ἐν γῇ τρίβωνα καὶ ἀσκέρας σαπρὰς ἕλκων,

---

Herodas, Mimiambi. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001716.
