# Mimiambi 238.4

Herodas, Mimiambi, 238.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/herodas/mimiambi/238.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/herodas/mimiambi/238.4

μὴ πάνθ’ ἑτοίμως καρδιηβολεῦ, Κυννοῖ· δούλη ’στί, δούλης δ’ ὦτα νωθρίη θλίβει. ἀλλ’ ἡμέρη τε κἠπὶ μέζον ὠθεῖται· αὕτη σύ, μεῖνον· ἡ θύρη γὰρ ὤϊκται κανεῖθ’ ὁ παστός· οὐχ ὁρῇς, φίλη Κυννοῖ; οἷ’ ἔργα κεῖν’·—ἤν, ταῦτ’ ἐρεῖς Ἀθηναίην γλύψαι τὰ καλά—χαιρέτω δὲ δέσποινα. τὸν παῖδα γοῦν τὸν γυμνὸν ἢν κνίσω τοῦτον οὐχ ἕλκος ἕξει, Κύννα; πρὸς γὰρ οἱ κεῖνται αἱ σάρκες οἷα θερμὰ θερμὰ πηδεῦσαι ἐν τῇ σανίσκῃ· τὠργυρεῦν δὲ πύραστρον οὐκ ἢν ἴδῃσι Μύλλος ἢ Παταικίσκος ὁ Λαμπρίωνος, ἐκβαλεῦσι τὰς κούρας δοκεῦντες ὄντως ἀργυρεῦν πεποιῆσθαι; ὁ βοῦς δὲ κὠ ἄγων αὐτὸν ἡ θ’ ὁμαρτεῦσα κὠ γρυπὸς οὗτος κὠ ἀνάσιλλος ἄνθρωπος οὐχὶ ζόην βλέπουσιν ἡμέρην πάντες; εἰ μὴ ἐδόκευν ἂν μέζον ἢ γυνὴ πρήσσειν, ἀνηλάλαξ’ ἂν, μή μ’ ὁ βοῦς τι πημήνῃ· οὕτω ἐπιλοξοῖ, Κυννί, τῇ ἑτέρῃ κούρῃ. ἀληθιναί, φίλη, γὰρ αἱ Ἐφεσίου χεῖρες ἐς πάντ’ Ἀπελλέω γράμματ’, οὐδ’ ἐρεῖς “κεῖνος ὤνθρωπος ἓν μὲν εἶδεν, ἓν δ’ ἀπηρνήθη,” ἀλλ’ ὅ οἱ ἐπὶ νοῦν γένοιτο, καὶ θέων ψαύειν ἠπείγεθ’· ὃς δ’ ἐκεῖνον ἢ ἔργα τὰ ἐκείνου μὴ παμφαλήσας ἐκ δίκης ὁρώρηκεν, ποδὸς κρέμαιτ’ ἐκεῖνος ἐν γναφέως οἴκῳ. κάλ’ ὕμιν, ὦ γυναῖκες, ἐντελέως τὰ ἱρὰ καὶ ἐς λῷον ἐμβλέποντα· μεζόνως οὖτις

---

Herodas, Mimiambi. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001716.
