# Mimiambi 344.4-346.4

Herodas, Mimiambi, 344.4 to 346.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/herodas/mimiambi/344.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/herodas/mimiambi/344.4

φίλη Κοριττοῖ, ταὔτ’ ἐμοὶ ζυγὸν τρίβεις. κἠγὼ ἐπιβρύχουσ’ ἡμέρην τε καὶ νύκτα κύων ὑλακτέω ταῖς ἀνωνύμοις ταύταις. ἀλλ’ οὕνεκεν πρός σ’ ἦλθον— ἐκποδὼν ἡμῖν φθείρεσθε, νώβυστρ’, ὦτα μοῦνον καὶ γλάσσαι τὰ δ’ ἄλλ’ ἑορτή— λίσσομαί σε, μὴ ψεύσῃ, φίλη Κοριττοῖ, τίς ποτ’ ἦν ὅ σοι ῥάψας τὸν κόκκινον βαυβῶνα; κοῦ δ’ ὁρώρηκας, Μητροῖ, σὺ κεῖνον; Νοσσὶς εἶχεν ἡρίννης τριτημέρῃ νιν· μᾶ, καλόν τι δώρημα. Νοσσίς; κόθεν λαβοῦσα; διαβαλεῖς ἢν σοι εἴπω; μὰ τούτους τοὺς γλυκέας, φίλη Μητροῖ, ἐκ τοῦ Κοριττοῦς στόματος οὐδεὶς μὴ ἀκούσῃ ὅσ’ ἂν σὺ λέξῃς. ἡ Βιτᾶδος Εὐβούλη ἔδωκεν αὐτῇ καὶ εἶπε μηδέν’ αἰσθέσθαι.

---

Herodas, Mimiambi. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001716.
