# Mimiambi 388.1

Herodas, Mimiambi, 388.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/herodas/mimiambi/388.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/herodas/mimiambi/388.1

Κέρδων, ἄγω σοι τάσδε τὰς γυνάς, εἴ τι τῶν σῶν ἔχεις αὐτῇσιν ἄξιον δεῖξαι χειρῶν νοῆρες ἔργον. οὐ μάτην, Μητροῖ, ἐγὼ φιλέω σε. ταῖς γυναιξὶν οὐ θήσεις τὴν μέζον’ ἔξω σανίδα; Δριμύλῳ φωνέω· πάλιν καθεύδεις; κόπτε, Πίστε, τὸ ῥύγχος αὐτοῦ, μέχρις τὸν ὕπνον ἐκχέῃ πάντα· μᾶλλον δὲ τὴν ἄκανθαν· ὡς ἔχει, ἀγκάλῃ ἐκ τοῦ τραχήλου δῆσον. εἶα δή, κέρκωψ, κίνει ταχέως τὰ γοῦνα· μέζον ἴχνυας τρίβειν ψοφεῦντα νουθετημάτων τῶνδε; νῦν ἔκ μιν αὐτήν, λευκόπυγε, λαμπρύνεις καὶ ψῇς; ἐγώ σευ τὴν ἕδρην ἀποψήσω. ἕζεσθε, Μητροῖ. Πίστε τὴν ἄνω ἀνοίξας πυργίδα, μὴ τὴν ὧδε, τὴν δ’ ἄνω κείνην, τὰ χρήσιμ’ ἔργα τοῦ τρίτου κρεμαστῆρος ταχέως ἔνεγκ’ ἄνωθεν. ὦ μάκαρ Μητροῖ, οἷ’ ἔργ’ ἐπόψεσθ’. ἡσυχῇ σύ, λαίμαστρον, τὴν σαμβαλούχην οἶσε. τοῦτό σοι πρῶτον, Μητροῖ, τελέων ἄρηρεν ἐκ μερέων ἴχνος· θηεῖσθε κὑμεῖς, ὦ γυναῖκες· ἡ πτέρνη ὁρῆθ’ ὅκως πέπηγε, κὼς σάφ’ ἡνίσκοις

---

Herodas, Mimiambi. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001716.
