# Mimiambi 396.1

Herodas, Mimiambi, 396.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/herodas/mimiambi/396.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/herodas/mimiambi/396.1

καὶ ταῦτα καὶ ταῦτα· ἦ ὗμιν ἑπτὰ Δαρεικῶν ἕκητι Μητροῦς τῆσδε μηδὲν ἀντεῖπον· δύναιτό μ’ ἐλάσαι σὴ ἂν ἰὴ τὸν πίσυγγον ἐόντα λίθινον ἐς θεοὺς ἀναπτῆναι· ἔχεις γὰρ οὐχὶ γλάσσαν ἡδονῆς δ’ ἰσθμόν· ἆ, θεῶν ἐκεῖνος οὐ μακρὴν ἀπῴκισται ὁτέῳ σὺ χείλεα νύκτα κἡμέρην οἴγεις. φέρ’ ὧδε τὸν ποδίσκον· εἰς ἴχνος θῶ μιν. πάξ· μήτε προσθῇς μήτ’ ἀπ’ οὖν ἕλῃς μηδέν· τὰ καλὰ πάντα τῇς καλῇσιν ἁρμόζει· αὐτὴν ἐρεῖς τὸ πέλμα τὴν Ἀθηναίην τεμεῖν. δὸς αὐτὴ καὶ σὺ τὸν πόδ’· ἆ, ψωρῇ ἄρηρεν ὁπλῇ βοῦς ὁ λακτίσας ὑμέας. εἴ τις πρὸς ἴχνος ἠκόνησε τὴν σμιλήν, οὐκ ἂν, μὰ τὴν Κέρδωνος ἑστίην, οὕτω τοὔργον σαφέως ἔκειτ’ ἂν ὡς σαφέως κεῖται. αὐτὴ σύ, δώσεις ἑπτὰ Δαρικοὺς τοὔδε, ἡ μέζον ἵππου πρὸς θύρην κιχλίζουσα; γυναῖκες, ἢν ἔχητε κἠτέρων χρείην ἢ σαμβαλίσκων ἢ ἃ κατ’ οἰκίην ἕλκειν εἴθισθε, τὴν μοι δουλίδ’ ὧδε δεῖ πέμπειν. σὺ δ’ ἧκε, Μητροῖ, πρός με τῇ ἐνάτῃ πάντως ὅκως λάβῃς καρκίνια· τὴν γὰρ οὖν βαίτην θάλπους ἄνευ νόον τὸν φρονοῦντα δεῖ ῥάπτειν.

---

Herodas, Mimiambi. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001716.
