Ancient Greek
1.10.2 to 1.10.3
Herodian, Ab excessu divi Marci 1.10.2-3
Not analysed yet
λῃστῶν ἀλλὰ καὶ πολεμίων ἔχειν ἀξίωμα. πόλεσι γὰρ ἤδη μεγίσταις ἐπετίθεντο, καὶ τὰ ἐν αὐταῖς δεσμωτήρια βίᾳ ῥηγνύντες, τοὺς ἐφ̓ οἱαισδὴ καθειρχθέντας αἰτίαις δεσμῶν ἐλευθέρους ἀφιέντες ἄδειάν τε ὑπισχνούμενοι, εὐεργεσίαις ἐς τὴν συμμαχίαν προσήγοντο: πᾶσάν τε κατατρέχοντες τὴν Κελτῶν καὶ Ἰβήρων χώραν, πόλεσί τε ταῖς μεγίσταις ἐπιόντες, καὶ μέρη μὲν ἐμπιπράντες, τὰ δὲ λοιπὰ ἁρπαγὴν ποιούμενοι, ἀνεχώρουν. ὡς δὲ ταῦτα ἐδηλώθη τῷ Κομμόδῳ, μετὰ πάσης ὀργῆς τε καὶ ἀπειλῆς ἐπιστέλλει τοῖς τῶν ἐθνῶν ἡγουμένοις, ῥᾳθυμίαν ἐγκαλῶν, καὶ κελεύει στρατὸν ἐπ’ αὐτοὺς ἀθροισθῆναι. μαθόντες δὲ ἐκεῖνοι δύναμιν ἀγειρομένην ἐπ’ αὐτούς, τῶν μὲν χωρίων ἃ ἐπόρθουν ἀπέστησαν, λαθόντες δὲ διὰ ταχείας καὶ ἀβάτου ὁδοιπορίας κατ̓ ὀλίγους ἐς τὴν Ἰταλίαν παρεδύοντο: καὶ περὶ βασιλείας ἤδη καὶ μειζόνων