# Ab excessu divi Marci 1.12.4-7

Herodian, Ab excessu divi Marci, 1.12.4 to 1.12.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/herodian/ab-excessu-divi-marci/1.12.4

ἀνεπείσθη καὶ πρὸς βασιλείας ἐπιθυμίαν. ἀθροίζων δὲ χρήματα, καὶ σῖτον πλεῖστον συνωνούμενος καὶ ἀποκλείων, ἤλπιζε προσάξεσθαι τόν τε δῆμον καὶ τὸ στρατόπεδον, εἰ πρῶτον ἐν σπάνει τῶν ἐπιτηδείων καταστήσας ἐπιδόσεσι λαμπραῖς ἁλόντας πόθῳ τοῦ χρειώδους προσαγάγοιτο. μέγιστον δὲ γυμνάσιον κατασκευάσας λουτρὸν δημόσιον ἀνῆκεν αὐτοῖς. ὃ μὲν οὖν οὕτω τὸν δῆμον ἐδελέαζεν: οἱ δὲ Ῥωμαῖοι ἀπεχθῶς ἔχοντες πρὸς αὐτόν, καὶ τῶν δεινῶν τὰς αἰτίας ἐς ἐκεῖνον ἀναφέροντες, μισοῦντες αὐτοῦ τὸ ἀκόρεστον τῆς τοῦ πλούτου ἐπιθυμίας, τὰ μὲν πρῶτα ἔν τε θεάτροις συνιστάμενοι καὶ κατὰ πλήθη κακῶς ἠγόρευον, καὶ τὸ τελευταῖον, διάγοντος ἐν προαστείῳ τοῦ Κομμόδου, ἐπελθόντες πανδημεὶ ἐβόων καὶ τὸν Κλέανδρον ἐς θάνατον ᾔτουν. ταραχῆς δὲ οὔσης περὶ τὸ προάστειον, τοῦ τε Κομμόδου ἐν τοῖς ἀνακεχωρηκόσι τόποις ἡδοναῖς σχολάζοντος, ἀγνοοῦντός τε τὰ θρυλούμενα, ἐπείπερ ὁ Κλέανδρος ἀγγέλλεσθαί τι τῶν πραττομένων ἐκώλυεν αὐτῷ, αἰφνιδίως, οὐ προσδοκῶντος τοῦ δήμου, ἐπιφαίνονται ὡπλισμένοι κελεύσαντος τοῦ Κλεάνδρου πάντες οἱ βασίλειοι ἱππεῖς, τούς τε ἐντυγχάνοντας ἔβαλλον καὶ ἐτίτρωσκον. ὁ δὲ δῆμος οὐδὲ ἀντιστῆναι οἷός τε ἦν, ἄνοπλοι πρὸς ὡπλισμένους καὶ πεζοὶ πρὸς ἱππεῖς: τροπῆς δὲ γενομένης ἔφυγον ἐς τὴν πόλιν. ἐφθείρετο δὲ ὁ δῆμος οὐ μόνον βαλλόμενος ὑπὸ τῶν στρατιωτῶν οὐδὲ πατούμενος ὑπὸ τῶν ἵππων, ἀλλ̓ ὑπό τε πλήθους ὠθούμενοι καὶ ὑπὸ τῶν ἱππέων ἐπ’ ἀλλήλους

---

Herodian, Ab excessu divi Marci, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0015.tlg001.local001/.
