# Ab excessu divi Marci 1.14.5-7

Herodian, Ab excessu divi Marci, 1.14.5 to 1.14.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/herodian/ab-excessu-divi-marci/1.14.5

ἡμᾶς ἄνθρωποι: ἁρπάσασαι γὰρ τὸ ἄγαλμα αἱ τῆς Ἑστίας ἱέρειαι παρθένοι διὰ μέσης τῆς ἱερᾶς ὁδοῦ ἐς τὴν τοῦ βασιλέως αὐλὴν μετεκόμισαν. κατεφλέχθη δὲ καὶ ἄλλα πλεῖστα τῆς πόλεως μέρη κάλλιστα. ἱκανῶν τε ἡμερῶν πάντα ἐπιὸν τὸ πῦρ ἐπεβόσκετο: οὐδὲ πρότερον ἐπαύσατο πρὶν ἢ κατενεχθέντες ὄμβροι ἐπέσχον αὐτοῦ τὴν ὁρμήν. ὅθεν καὶ τὸ πᾶν ἔργον ἐξεθειάσθη, πιστευόντων κατ̓ ἐκεῖνο καιροῦ τῶν τότε ἀνθρώπων ὅτι γνώμῃ θεῶν καὶ δυνάμει ἤρξατό τε τὸ πῦρ καὶ ἐπαύσατο. συνεβάλλοντο δέ τινες πολέμων σημεῖον εἶναι τὴν τοῦ νεὼ τῆς εἰρήνης ἀπώλειαν: τὰ γοῦν ἀκολουθήσαντα, ὡς ἐν τοῖς ἑξῆς ἐροῦμεν, ἐκ τῆς ἀποβάσεως τὴν προϋπάρχουσαν φήμην ἐπιστώσατο. πολλῶν δὴ καὶ δεινῶν συνεχῶς κατειληφότων τὴν πόλιν, οὐκέτι ὁ Ῥωμαίων δῆμος μετ̓ εὐνοίας τὸν Κόμμοδον ἐπέβλεπεν, ἀλλὰ καὶ τὰς αἰτίας τῶν ἐπαλλήλων συμφορῶν ἐς τοὺς ἐκείνου ἀκρίτους φόνους καὶ τὰ λοιπὰ τοῦ βίου ἀνέφερεν ἁμαρτήματα. οὐδὲ γὰρ ἐλάνθανε τὰ πραττόμενα πάντας, ἀλλ̓ οὐδὲ αὐτὸς λανθάνειν ἤθελεν, ἃ δὲ πράττων οἴκοι διεβάλλετο,

---

Herodian, Ab excessu divi Marci, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0015.tlg001.local001/.
