Ancient Greek
1.15.8 to 1.15.9
Herodian, Ab excessu divi Marci 1.15.8-9
Not analysed yet
σχήματι. ὃ μὲν οὖν μονομαχῶν ῥᾳδίως τῶν ἀνταγωνιστῶν περιεγένετο, καὶ μέχρι τραυμάτων προεχώρει, ὑπεικόντων ἁπάντων καὶ τὸν βασιλέα, οὐ τὸν μονομάχον ἐννοούντων. ἐς τοσοῦτον δὲ προεχώρησε μανίας ὡς μηκέτι βούλεσθαι μηδὲ τὴν βασίλειον οἰκεῖν ἑστίαν: ἀλλὰ γὰρ μετοικισθῆναι ἐβούλετο ἐς τὸ τῶν μονομάχων καταγώγιον. ἑαυτὸν δὲ οὐκέτι Ἡρακλέα, ἀλλὰ τῶν μονομαχούντων ἐνδόξου τινὸς προτετελευτηκότος ὀνόματι καλεῖσθαι προσέταξε. τοῦ δὲ μεγίστου ἀγάλματος κολοσσιαίου, ὅπερ σέβουσι Ῥωμαῖοι εἰκόνα φέρον ἡλίου, τὴν κεφαλὴν ἀποτεμὼν ἱδρύσατο ἑαυτοῦ, ὑπογράψας τῇ βάσει ἃς εἰώθασι βασιλικὰς καὶ πατρῴους προσηγορίας, ἀντὶ δὲ Γερμανικοῦ μονομάχους χιλίους νικήσαντος.