Ancient Greek
1.17.1 to 1.17.3
Herodian, Ab excessu divi Marci 1.17.1-3
Not analysed yet
τῆς βασιλείας ποιεῖν. ὁ δὲ Κόμμοδος ἀσχάλλων τοὺς μὲν ἀπεπέμψατο, αὐτὸς δὲ ἐπανελθὼν ἐς τὸ δωμάτιον ὡς δὴ καθευδήσων ʽκαὶ γὰρ μεσημβρίας εἰώθει τοῦτο ποιεῖν̓, λαβὼν γραμματεῖον τούτων δὴ τῶν ἐκ φιλύρας ἐς λεπτότητα ἠσκημένων ἐπαλλήλῳ τε ἀνακλάσει ἀμφοτέρωθεν ἐπτυγμένων, γράφει ὅσους χρὴ τῆς νυκτὸς φονευθῆναι. ὧν πρώτη μὲν ἦν Μαρκία, εἵποντο δὲ Λαῖτός τε καὶ Ἔκλεκτος, ἐπὶ δὲ τούτοις πολὺ πλῆθος τῶν τῆς συγκλήτου πρωτευόντων. τοὺς μὲν γὰρ πρεσβυτέρους καὶ λοιποὺς πατρῴους φίλους ἀποσκευάσασθαι πάντας ἤθελεν, αἰδούμενος ἔχειν αἰσχρῶν ἔργων σεμνοὺς ἐπόπτας: τῶν δὲ πλουσίων τὰς οὐσίας χαρίσασθαι ἐβούλετο μερίσαι τε ἐς τοὺς στρατιώτας καὶ τοὺς μονομαχοῦντας, τοὺς μὲν ἵνα φυλάττοιεν αὐτόν, τοὺς δὲ ἵνα τέρποιεν. γράψας δὴ γραμματεῖον τίθησιν ἐπὶ τοῦ σκίμποδος, οἰηθεὶς μηδένα ἐκεῖσε εἰσελεύσεσθαι. ἦν δὲ παιδίον πάνυ νήπιον, τούτων δὴ τῶν γυμνῶν μὲν ἐσθῆτος χρυσῷ δὲ καὶ λίθοις πολυτίμοις κεκοσμημένων, οἷς ἀεὶ χαίρουσι Ῥωμαίων οἱ τρυφῶντες. ὑπερηγάπα δὲ Κόμμοδος αὐτὸ ὡς συγκαθεύδειν πολλάκις: Φιλοκόμμοδός τε ἐκαλεῖτο, δεικνυούσης καὶ τῆς προσηγορίας τὴν στοργὴν