Ancient Greek · ~3 min
1.3.2 to 1.3.4
Herodian, Ab excessu divi Marci 1.3.2-4
Not analysed yet
οἷα δὴ ἄνδρα πολυΐστορα μάλιστα ἐτάραττε μνήμη τῶν ἐν νεότητι βασιλείαν παραλαβόντων, τοῦτο μὲν Διονυσίου τοῦ Σικελιώτου τυράννου, ὃς ἀπὸ τῆς ἄγαν ἀκρασίας καινὰς ἡδονὰς ἐπὶ μεγίστοις μισθοῖς ἐθηρᾶτο, τοῦτο δὲ αἱ τῶν Ἀλεξάνδρου διαδόχων ἐς τοὺς ὑπηκόους ὕβρεις τε καὶ βίαι, δἰ ὧν τὴν ἐκείνου ἀρχὴν κατῄσχυναν, Πτολεμαῖος μὲν καὶ μέχρις ἀδελφῆς ἰδίας ἔρωτος προχωρήσας παρά τε τοὺς Μακεδόνων καὶ Ἑλλήνων νόμους, Ἀντίγονος δὲ Διόνυσον πάντα μιμούμενος, καὶ κισσὸν μὲν περιτιθεὶς τῇ κεφαλῇ ἀντὶ καυσίας καὶ διαδήματος Μακεδονικοῦ, θύρσον δὲ ἀντὶ σκήπτρου φέρων. ἔτι δὲ καὶ μᾶλλον αὐτὸν ἐλύπει τὰ μὴ πρὸ πολλοῦ ἀλλ̓ ὑπόγυον ἔχοντα τὴν μνήμην, τά τε Νέρωνι πεπραγμένα, ὃς ἐχώρησε μέχρι μητρῴου φόνου παρεῖχέ τε τοῖς δήμοις ἑαυτὸν καταγέλαστον θέαμα, τά τε Δομετιανῷ τετολμημένα, τῆς ἐσχάτης ὠμότητος οὐδὲν ἀπολείποντα.