Ancient Greek
1.4.1 to 1.4.2
Herodian, Ab excessu divi Marci 1.4.1-2
Not analysed yet
ἐπὶ ταῖς τυχούσαις ἀφορμαῖς ῥᾷστα κινεῖσθαι. κυμαίνουσαν οὖν ἔχων τοσαύταις φροντίσι τὴν ψυχήν, συγκαλέσας τοὺς φίλους ὅσοι τε παρῆσαν τῶν συγγενῶν, καὶ τὸν παῖδα παραστησάμενος, ἐπειδὴ πάντες συνῆλθον, ἡσυχῇ τοῦ σκίμποδος κουφίσας ἑαυτὸν τοιούτων λόγων ἤρξατο. ἄχθεσθαι μὲν ὑμᾶς ἐφ̓ οἷς ὁρᾶτέ με διακείμενον, θαυμαστὸν οὐδέν: φύσει τε γὰρ τὸ ἀνθρώπινον ἐλεεινὸν ἐν ταῖς τῶν ὁμοφύλων συμφοραῖς, τά τε δεινὰ ὑπ’ ὄψιν πεσόντα οἶκτον προκαλεῖται μείζονα. ἐμοὶ δέ τι καὶ πλέον ὑπάρχειν παῤ ὑμῶν οἴομαι: ἐκ γὰρ ὧν αὐτὸς διάκειμαι πρὸς ὑμᾶς, ἀμοιβαίαν εὔνοιαν