Ancient Greek · ~5 min
1.4.4 to 1.4.7
Herodian, Ab excessu divi Marci 1.4.4-7
Not analysed yet
ἐς φαῦλα ἐπιτηδεύματα προσαραχθῇ. γένεσθε δὴ οὖν αὐτῷ ὑμεῖς ἀνθ̓ ἑνὸς ἐμοῦ πατέρες πολλοί, περιέποντές τε καὶ τὰ ἄριστα συμβουλεύοντες. οὔτε γὰρ χρημάτων πλῆθος οὐδὲν αὔταρκες πρὸς τυραννίδος ἀκρασίαν, οὔτε δορυφόρων φρουρὰ ἱκανὴ ῥύεσθαι τὸν ἄρχοντα, εἰ μὴ προϋπάρχει ἡ τῶν ὑπηκόων εὔνοια. μάλιστα δὲ ἐκεῖνοι ἐς ἀρχῆς μῆκος ἀκινδύνως ἤλασαν, ὅσοι μὴ φόβον ἐξ ὠμότητος, πόθον δὲ τῆς αὑτῶν χρηστότητος ταῖς τῶν ἀρχομένων ψυχαῖς ἐνέσταξαν. οὐ γὰρ οἱ ἐξ ἀνάγκης δουλεύοντες ἀλλ̓ οἱ μετὰ πειθοῦς ὑπακούοντες ἀνύποπτοι καὶ ἔξω κολακείας προσποιήτου δρῶντές τε καὶ πάσχοντες διατελοῦσιν, καὶ οὐδέ ποτε ἀφηνιάζουσιν, ἢν μὴ βίᾳ καὶ ὕβρει ἐπὶ τοῦτο ἀχθῶσι. χαλεπὸν δὲ μετριάσαι τε καὶ ὅρον ἐπιθεῖναι ἐπιθυμίαις ὑπηρετούσης ἐξουσίας. τοιαῦτα δὴ συμβουλεύοντες αὐτῷ, καὶ ὧν ἀκούει παρὼν ὑπομιμνήσκοντες, ὑμῖν τε αὐτοῖς καὶ πᾶσιν ἄριστον ἀποδείξετε βασιλέα, τῇ τε ἐμῇ μνήμῃ χαριεῖσθε τὰ μέγιστα, οὕτω τε μόνως ἀίδιον αὐτὴν ποιῆσαι δυνήσεσθε. τοσαῦτα εἰπόντα τὸν Μάρκον ἐπιπεσοῦσα λιποθυμία κατεσίγασεν: ὑπὸ δὲ ἀσθενείας τε καὶ ἀθυμίας αὖθις ὑπτίαζεν. οἶκτος δὲ πάντας ἐλάμβανε τοὺς παρόντας, ὡς μηδὲ κατασχόντας αὑτῶν τινὰς ἐς οἰμωγὴν ἀναβοῆσαι. ὃ μὲν οὖν νυκτός τε καὶ ἡμέρας ἐπιβιώσας μιᾶς ἀνεπαύσατο, πόθον τε τοῖς καθ̓ αὑτὸν ἀνθρώποις ἐγκαταλιπὼν ἀρετῆς τε ἀίδιον μνήμην ἐς τὸν ἐσόμενον