Ancient Greek · ~4 min
1.5.4 to 1.5.6
Herodian, Ab excessu divi Marci 1.5.4-6
Not analysed yet
ἐνεχείρισε πίστεσι. διόπερ καὶ ῥᾷστα πάσης εὐνοίας μεθέξειν πρὸς ὑμῶν ἤλπικα, τῶν μὲν πρεσβυτέρων τροφεῖά μοι ταῦτα ὀφειλόντων, τοὺς δ̓ ἡλικιώτας εἰκότως ἂν καὶ συμφοιτητὰς τῶν ἐν ὅπλοις ἔργων ἀποκαλοίην: πάντας γὰρ ἡμᾶς ὡς ἕνα ὁ πατὴρ ἐφίλει τε καὶ πᾶσαν ἀρετὴν ἐπαίδευεν. ἔδωκε δὲ μετ̓ ἐκεῖνον ἐμὲ βασιλέα ἡ τύχη, οὐκ ἐπείσακτον, ὥσπερ οἱ πρὸ ἐμοῦ προσκτήτῳ σεμνυνόμενοι ἀρχῇ, ἀλλὰ μόνος τε ὑμῖν ἐγὼ ἐν τοῖς βασιλείοις ἀπεκυήθην, καὶ μὴ πειραθέντα με ἰδιωτικῶν σπαργάνων ἅμα τῷ τῆς γαστρὸς προελθεῖν ἡ βασίλειος ἐδέξατο πορφύρα, ὁμοῦ δέ με εἶδεν ἥλιος ἄνθρωπον καὶ βασιλέα. εἰκότως ἂν οὖν ταῦτα λογιζόμενοι στέργοιτε οὐ δοθέντα ὑμῖν ἀλλὰ γεννηθέντα αὐτοκράτορα. ὁ μὲν γὰρ πατὴρ ἐς οὐρανὸν ἀναπτὰς ὀπαδὸς ἤδη καὶ σύνεδρός ἐστι θεῶν: ἡμῖν δὲ χρὴ μέλειν τῶν ἐν ἀνθρώποις καὶ τὰ ἐπὶ γῆς διοικεῖν. κατορθοῦν δὲ αὐτὰ καὶ βεβαιοῦν ὑμέτερον ἔργον, εἰ τά τε τοῦ πολέμου λείψανα μετὰ πάσης ἀνδρείας ἀπαλείψαιτε καὶ τὴν