Ancient Greek
1.8.7 to 1.8.8
Herodian, Ab excessu divi Marci 1.8.7-8
Not analysed yet
αὕτη μὲν δὴ πρώτη καὶ μεγίστη αἰτία τῷ μειρακίῳ μίσους ἐγένετο πρὸς τὴν σύγκλητον βουλήν, ἔτρωσέ τε αὐτοῦ τὴν ψυχὴν τὰ λεχθέντα, καὶ κοινοὺς ἐχθροὺς πάντας ἡγεῖτο, μεμνημένος ἀεὶ τῆς τοῦ ἐπιδραμόντος φωνῆς. ὑπῆρξε δὲ καὶ τῷ Περεννίῳ πρόφασίς τε καὶ ὑπόθεσις αὐτάρκης: ἐκκόπτειν γὰρ ἀεὶ καὶ κολούειν αὐτῷ συνεβούλευε τοὺς ὑπερέχοντας, ὧν ἁρπάζων τὰς οὐσίας ῥᾷστα πλουσιώτατος ἐγένετο τῶν καθ̓ αὑτὸν ἀνθρώπων. γενομένης δ̓ ἐξετάσεως διὰ τοῦ Περεννίου ἀκριβεστέρας, τήν τε ἀδελφὴν ὁ Κόμμοδος διεχρήσατο καὶ πάντας ἀφειδῶς τούς τε ὄντας ἐν τῇ συνωμοσίᾳ καὶ τοὺς ἐφ̓ οἱαισδήποτε διαβληθέντας ὑποψίαις.