Ancient Greek · ~4 min
2.10.7 to 2.10.9
Herodian, Ab excessu divi Marci 2.10.7-9
Not analysed yet
ἀρχῆς νομίζουσιν. ἐπὶ μὲν γὰρ τὸ χαριέντως καὶ μετὰ παιδιᾶς ἀποσκῶψαι ἐπιτήδειοι Σύροι, καὶ μάλιστα οἱ τὴν Ἀντιόχειαν οἰκοῦντες, οὕς φασι περὶ τὸν Νίγρον ἐσπουδακέναι: τὰ δ̓ ἄλλα ἔθνη καὶ αἱ ἄλλαι πόλεις μέχρι νῦν τῷ μηδένα εὑρίσκεσθαι τὸν ἄξιον τῆς ἀρχῆς ἐσόμενον, σπάνει τοῦ μετ̓ ἀνδρείας καὶ σώφρονος διοικήσεως ἄρξοντος ἐκείνῳ δῆλον ὅτι προσποιοῦνται ὑπακούειν. εἰ δὲ τήν τε Ἰλλυρικὴν δύναμιν ἅμα χειροτονήσασαν μάθοιεν, τό τε ἡμέτερον ὄνομα πύθοιντο οὐκ ἄγνωστον οὐδ̓ ἄσημον παῤ αὐτοῖς ὑπάρχον ἐξ ὧν ἡγεμονεύσαντες ἐκεῖσε διῳκήσαμεν, εὖ ἴστε, οὔτε ἐμοῦ ῥᾳθυμίαν ἢ ἀδρανίαν καταγνώσονται, οὔτε τὸ ὑμέτερον γενναῖον καὶ πρὸς τὰς μάχας ἐμβριθὲς ὑποστῆναι αἱρήσονται, καὶ σωμάτων μεγέθεσι καὶ πόνων ἀσκήσεσι ἐν τῇ συστάδην μάχῃ πολὺ ὑμῶν ἀπολείποντες. φθάσωμεν οὖν τὴν Ῥώμην προκαταλαβόντες, ἔνθα ἡ βασίλειος ἔστιν ἑστία: κἀκεῖθεν ὁρμώμενοι τὰ λοιπὰ εὐμαρῶς διοικήσομεν, θείαις τε προρρήσεσι πιστεύοντες καὶ τῇ τῶν ὑμετέρων ἀνδρείᾳ ὅπλων τε καὶ σωμάτων. τοιαῦτα εἰπόντα τὸν Σἑ̣?ʼῆρον εὐφημήσαντες οἱ στρατιῶται, καλοῦντες σεβαστὸν καὶ Περτίνακα, πᾶσαν