Ancient Greek · ~3 min
2.11.6 to 2.11.7
Herodian, Ab excessu divi Marci 2.11.6-7
Not analysed yet
καὶ δυσβάτῳ φράξας τὴν ἀρχὴν ὠχυρώσατο. ὅθεν τὸν Σἑ̣?ʼῆρον προσιόντα πυνθανόμενοι τότε μετὰ τοσούτου στρατοῦ εἰκότως ἐταράττοντο τῷ ἀήθει τοῦ πράγματος: οὔτε δὲ ἀντιστῆναι ἢ κωλῦσαι ἐτόλμων, ὑπήντων δὲ δαφνηφοροῦντες καὶ πύλαις ἀναπεπταμέναις ἐδέχοντο. ὃ δὲ τοσοῦτον ἀνεπαύετο ὅσον καλλιερῆσαί τε καὶ τοὺς δήμους προσειπεῖν, ἐς δὲ τὴν Ῥώμην ἠπείγετο. ὡς δὲ ταῦτα τῷ Ἰουλιανῷ ἀπηγγέλλετο, ἐν ἐσχάτῃ ἀπογνώσει ἦν, τοῦ μὲν Ἰλλυρικοῦ στρατοῦ τὴν δύναμιν καὶ τὸ πλῆθος ἀκούων, οὔτε δὲ τῷ δήμῳ πιστεύων, ἐπεὶ μεμίσητο, οὔτε τοῖς στρατιώταις θαρρῶν, οὓς ἔψευστο. χρήματα δὴ πάντα ἀθροίζων τά τε αὑτοῦ καὶ παρὰ τῶν φίλων, καὶ εἴ τινα ἦν, ἐκ δημοσίων καὶ ἱερῶν τόπων λαμβάνων, τοῖς στρατιώταις διανέμειν