# Ab excessu divi Marci 2.2.1-6

Herodian, Ab excessu divi Marci, 2.2.1 to 2.2.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/herodian/ab-excessu-divi-marci/2.2.1

πυθόμενος τὰ πεπραγμένα ἐπιδίδωσιν ἑαυτόν. καὶ πρῶτον ἀρέσκει προελθεῖν ἐπὶ τὸ στρατόπεδον καὶ πεῖραν τῆς γνώμης τῶν στρατιωτῶν λαβεῖν: πείσειν δὲ αὐτοὺς ὁ Λαῖτος ὑπισχνεῖτο, ἐπείπερ αὐτῷ ἐπάρχῳ ὄντι μετρίαν ἀπένεμον αἰδῶ. συμπαραλαβόντες οὖν καὶ τῶν λοιπῶν ὅσοι παρῆσαν, ἐπὶ τὸ στρατόπεδον ἠπείγοντο. ἤδη δὲ καὶ τὸ πλεῖστον τῆς νυκτὸς προκεχωρήκει, καὶ τῆς ἑορτῆς ἐνεστώσης πρὸ ἡμέρας πάντα ἐπράττετο. διαπέμπουσι δή τινας τῶν πιστῶν τοὺς διαβοήσοντας ὅτι ὁ Κόμμοδος τέθνηκε μέν, Περτίναξ δὲ ἐς τὸ στρατόπεδον βασιλεύσων ἄπεισι. διαδραμούσης δὲ τῆς φήμης πᾶς ὁ δῆμος ἐνθουσιῶντι ἐοικὼς ἐξεβακχεύετο, διέθεόν τε, καὶ τοῖς οἰκείοις ἕκαστος χαίρων διήγγελλε, καὶ μάλιστα τοῖς ἐπ’ ἀξιώσεως ἢ πλουσίοις: ἐκείνοις γὰρ καὶ ἐπιβουλεύοντα ᾔδεσαν τὸν Κόμμοδον. ἔθεόν τε περί τε τὰ ἱερὰ καὶ βωμούς, χάριτας θεοῖς ὁμολογοῦντες. ἐβόων δὲ διάφορα, οἳ μὲν κεῖσθαι τὸν τύραννον λέγοντες, οἳ δὲ τὸν μονομάχον, ἄλλοι δὲ ἀπρεπέστερα βλασφημοῦντες: καὶ ὅσα πρότερον ἐπεῖχεν ὁ φόβος ῥήματα, ταῦτα προελθούσης ἀδείας καὶ ἐλευθερίας ῥᾳδίως ἐλέγετο. πλεῖστον δὴ τοῦ δήμου συνέθει δρόμῳ ἐπὶ τὸ στρατόπεδον: ἠπείγοντο δὲ μάλιστα δεδιότες μή πως ἄρα οἱ στρατιῶται ὀκνηρότερον ὑπακούσωσι τῇ τοῦ Περτίνακος ἀρχῇ. ἐσομένην γὰρ σώφρονα μὴ πάνυ τι ἀποδέξασθαι τοὺς στρατιώτας προσεδόκων, τυραννίδι δουλεύειν εἰθισμένους, ἁρπαγαῖς τε καὶ βίαις ἐγγεγυμνασμένους. ἵν̓ οὖν αὐτοὺς ἐκβιάσοιντο ὑπακοῦσαι, πανδημεὶ συνῆλθον. ἐπεὶ δὲ ἐγένοντο ἐν τῷ στρατοπέδῳ, ὁ Λαῖτός τε καὶ Ἔκλεκτος εἰσῆλθον ἄγοντες τὸν Περτίνακα: συγκαλέσας τε τοὺς στρατιώτας ὁ Λαῖτος ἔλεξε τοιάδε. Κόμμοδος μὲν ἡμῖν ὁ βασιλεὺς τέθνηκεν ἀποπληξίᾳ, αἴτιος δὲ τοῦ τοιούτου θανάτου οὐκ ἄλλος ἀλλ̓ αὐτὸς αὑτῷ: συμβουλεύουσι γὰρ ἡμῖν τὰ ἄριστα ἀεὶ καὶ σωτήρια μὴ πειθόμενος, βιοὺς δὲ ὡς οὐκ ἀγνοεῖτε, ὑπὸ πλήθους ἀποπνιγεὶς διεφθάρη. τὸν μὲν οὖν κατέλαβε τέλος τὸ πεπρωμένον: οὐδὲ γὰρ μία οὐδ̓ ἡ αὐτὴ πᾶσιν ἀνθρώποις θανάτου αἰτία, διάφοροι

---

Herodian, Ab excessu divi Marci, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0015.tlg001.local001/.
