Ancient Greek · ~2 min
2.2.9 to 2.2.10
Herodian, Ab excessu divi Marci 2.2.9-10
Not analysed yet
τοιαῦτα δὴ λέγοντος τοῦ Λαίτου, μὴ κατασχὼν ἑαυτὸν ὁ δῆμος, μελλόντων καὶ ὀκνούντων ἔτι τῶν στρατιωτῶν, σεβαστόν τε ἀναγορεύει καὶ πατέρα καλεῖ πάσαις τε γεραίρει εὐφημίαις. τότε καὶ οἱ στρατιῶται, οὐχ ὁμοίᾳ μὲν προθυμίᾳ, τῇ δὲ ἐκ τοῦ παρόντος πλήθους ἀνάγκῃ ʽκαὶ γὰρ ἦσαν πανταχόθεν ὑπὸ τοῦ δήμου περιειλημμένοι, ὀλίγοι τε καὶ ἄνευ τῶν ὅπλων ὡς ἐν ἱερομηνίᾀ, πλὴν συνεξεβόησαν καὶ σεβαστὸν προσεῖπον τὸν Περτίνακα: ἔς τε τὸ ἐκείνου ὄνομα τοὺς συνήθεις ὅρκους ὀμόσαντες καὶ θύσαντες, δαφνηφοροῦντες πᾶς ὁ δῆμος καὶ τὸ στρατιωτικόν, ἐπειδὴ προσῄει καὶ τὸ περίορθρον, ἐς τὴν βασίλειον αὐλὴν ἀνήγαγον τὸν Περτίνακα.