Ancient Greek · ~4 min
2.5.7 to 2.5.9
Herodian, Ab excessu divi Marci 2.5.7-9
Not analysed yet
ὑμᾶς. εἰ δὲ καὶ ἐπὶ τῇ τοῦ Κομμόδου τελευτῇ δυσχεραίνετε, οὐδὲν παράδοξον, ἄνθρωπον ὄντα εἰ τελευτὴ κατέλαβεν. εἰ δὲ τοῦτο ἐξ ἐπιβουλῆς οἴεσθε γεγενῆσθαι, οὐκ ἐμὸν τὸ ἁμάρτημα: ἴστε γὰρ ἔξω πάσης ὄντα με ὑποψίας καὶ οὐδὲν ἧττον ὑμῶν ἀγνοοῦντα τὰ τότε πεπραγμένα, ὡς εἴ τι ὑποπτεύετε, ἑτέροις ἐπιφέρειν τὸ ἔγκλημα. ἀλλ̓ ὅμως κἀκείνου τελευτήσαντος οὐδὲν ὑμῖν τῶν εὐπρεπῶς καὶ κατ̓ ἀξίαν καὶ ἄνευ τοῦ βιάζεσθαί με ἢ ἁρπάζειν ἐνδεήσει. τοιαῦτά τινα λέγειν αὐτοῖς πειρώμενος ἤδη τινὰς αὐτῶν καὶ πείσειν ἔμελλε, καὶ οὐκ ὀλίγοι γε ἀποστραφέντες ἀνεχώρουν, σεμνοῦ βασιλέως γῆρας αἰδούμενοι: ἔτι δὲ λαλοῦντα τὸν πρεσβύτην ἐπιπεσόντες φονεύουσι. δράσαντές τε οὕτως ὠμὸν ἔργον, δέει τῶν τετολμημένων φθάσαι θέλοντες τὴν τοῦ δήμου ἔφοδον, ἐπιστάμενοί τε ὅτι χαλεπῶς τὸ πλῆθος διοίσει τὰ πεπραγμένα, ἐς τὸ στρατόπεδον δρόμῳ ἀναχωρήσαντες πάσας πύλας τε καὶ εἰσόδους ἀποκλείσαντες ἐντὸς τείχους ἔμενον, φρουρὰς ἐπὶ τῶν πύργων καταστήσαντες, ὡς ἀμύνοιντο εἰ τῷ τείχει προσβάλλοι ὁ δῆμος. τέλος μὲν δὴ τοιοῦτο κατέλαβε τὸν Περτίνακα,