Ancient Greek
2.8.4 to 2.8.5
Herodian, Ab excessu divi Marci 2.8.4-5
Not analysed yet
οὐ φαῦλαι δὲ οὐδὲ κοῦφαι καλοῦσιν ἐλπίδες, ἀλλ̓ ὅ τε Ῥωμαίων δῆμος, ᾧ τὴν δεσποτείαν τῶν ἁπάντων ἔνειμαν θεοὶ καὶ τὴν βασιλείαν, ἥ τε ἀρχὴ σαλεύουσα καὶ παρὰ μηδενί πω βεβαίως ἱδρυμένη. ὅθεν ἡμῖν καὶ τὸ τῆς ἐπιχειρήσεως ἀσφαλές, ἔκ τε τῆς τῶν καλούντων γνώμης καὶ ἐκ τοῦ μηδένα εἶναι τὸν ἀνθεστῶτα μηδὲ κωλύοντα, ὑπάρξει: καὶ γὰρ οἱ τὰ ἐκεῖθεν ἀγγέλλοντές φασι μηδὲ τοὺς στρατιώτας, οἳ τὴν ἀρχὴν αὐτῷ χρημάτων ἀπέδοντο, πιστοὺς εἶναι ὑπηρέτας, μηδὲ πληρώσαντος ἐκείνου ἃ ὑπέσχετο. τίνα τοίνυν ἔχετε γνώμην, δηλώσατε.