Ancient Greek · ~6 min
2.9.1 to 2.9.5
Herodian, Ab excessu divi Marci 2.9.1-5
Not analysed yet
ταῦτα δὲ αὐτοῦ διατυποῦντος καὶ κούφαις καὶ ἀδήλοις ἐπαιωρουμένου ἐλπίσι, διηγγέλλετο τὰ πραττόμενα ἔς τε Παίονας καὶ Ἰλλυριοὺς καὶ πᾶν τὸ ἐκεῖσε στρατιωτικόν, ὃ ταῖς ὄχθαις Ἴστρου τε καὶ Ῥήνου ἐπικείμενον, ἀπεῖργον τοὺς ἐπέκεινα βαρβάρους, φρουρεῖ τὴν Ῥωμαίων ἀρχήν. ἡγεῖτο δὲ Παιόνων πάντων ʽὑπὸ μιᾷ γὰρ ἦσαν ἐξουσίᾀ Σἑ̣?ʼῆρος, ἀνὴρ τὸ μὲν γένος Λίβυς, ἐς δὲ πραγμάτων διοίκησιν γενναῖος ἅμα καὶ θυμοειδής, σκληρῷ τε βίῳ καὶ τραχεῖ ἐνειθισμένος, πόνοις τε ἀντέχων ῥᾷστα, νοῆσαί τε ὀξὺς καὶ τὸ νοηθὲν ἐπιτελέσαι ταχύς. οὗτος τοίνυν παρὰ τῶν ἀγγελλόντων πυνθανόμενος τὴν Ῥωμαίων ἀρχὴν μετέωρον φερομένην ἁρπάζεσθαι, καταγνοὺς τοῦ μὲν ῥᾳθυμίαν τοῦ δὲ δυσπραγίαν, ἐν τοῖς πράγμασιν. ἀνέπειθε δὲ αὐτὸν ὀνείρατα τοιαύτην τινὰ ἐλπίδα ὑποσημαίνοντα, χρησμοί τε καὶ ὅσα ἐς πρόγνωσιν τῶν μελλόντων σύμβολα φαίνεται: ἅπερ πάντα ἀψευδῆ καὶ ἀληθῆ τότε πιστεύεται ὅταν ἐς τὴν ἀπόβασιν εὐτυχηθῇ. τὰ μὲν οὖν πολλὰ ἱστόρησεν αὐτός τε συγγράψας ἐν τῷ καθ̓ αὑτὸν βίῳ καὶ δημοσίαις ἀνέθηκεν εἰκόσι: τὸ δ̓ οὖν τελευταῖον καὶ μέγιστον, ὅπερ αὐτῷ καὶ τὴν ἐλπίδα πᾶσαν ὑπέφαινεν ὄναρ, οὐδ̓ ἡμῖν παραλειπτέον. κατὰ γὰρ τὸν καιρὸν ὃν ἀπηγγέλη Περτίναξ παραλαβὼν τὴν ἀρχήν, μετὰ τὸ προελθεῖν καὶ θῦσαι ὁ Σἑ̣?ʼῆρος καὶ τὸν ὑπὲρ τῆς Περτίνακος βασιλείας ὅρκον ἀφοσιώσασθαι ἐπανελθὼν ἐς τὴν οἰκίαν ἑσπέρας καταλαβούσης ἐς ὕπνον κατηνέχθη, μέγαν δὲ καὶ γενναῖον ἵππον βασιλικοῖς φαλάροις κεκοσμημένον ᾠήθη βλέπειν, φέροντα τὸν Περτίνακα ἐποχούμενον διὰ μέσης τῆς ἐν Ῥώμῃ ἱερᾶς