Ancient Greek
Book 3, Chapter 10
Herodian, Ab excessu divi Marci 3.10.8
Not analysed yet
ζεύξας ὁ Σἑ̣?ʼῆρος τῷ υἱῷ τὸν οἶκον ἥνωσεν. ὁ δὲ Ἀντωνῖνος οὐ πάνυ τι ἡδόμενος τῷ γάμῳ, ἀνάγκῃ δὲ μᾶλλον ἢ προαιρέσει συνεζευγμένος, ἀπεχθῶς πάνυ πρός τε τὴν κόρην διέκειτο καὶ πρὸς τὸν πατέρα αὐτῆς, ὡς μήτε εὐνῆς μήτε ἑστίας κοινωνεῖν, μυσάττεσθαί τε τὴν κόρην, ἀπειλεῖν τε ἑκάστοτε ἀποκτενεῖν καὶ αὐτὴν καὶ τὸν πατέρα, ἐπὰν τῆς ἀρχῆς ἐγκρατὴς γένηται μόνος. ταῦτα δὴ ἡ κόρη ἑκάστοτε ἀπήγγελλε τῷ πατρί, καὶ τοῦ γάμου τὸ μῖσος διηγουμένη παρώξυνεν