Ancient Greek · ~2 min
Book 3, Chapter 11
Herodian, Ab excessu divi Marci 3.11.3
Not analysed yet
προϊὼν δὲ φοβερὸς ἦν, ὡς μήτε τινὰ προσιέναι, ἀλλὰ καὶ τοὺς ὑπαντωμένους ἀναστρέφειν: οἵ τε προϊόντες αὐτοῦ ἐκήρυττον μηδένα παρεστάναι μηδ̓ ἐς αὐτὸν βλέπειν, ἀλλ̓ ἀποστρέφεσθαι καὶ κάτω βλέπειν. οἷσπερ καὶ ὁ Σἑ̣?ʼῆρος ἀγγελλομένοις οὐ πάνυ τι ἠρέσκετο, ἀλλ̓ ἐπαχθὴς ἤδη καὶ βαρὺς κἀκείνῳ ἐγένετο, ὡς καὶ περιελεῖν τινὰ αὐτοῦ τῆς ἐξουσίας τὸν Σἑ̣?ʼῆρον, καὶ πεῖσαι κολούειν τὸ ὑπερβάλλον τῆς