# Ab excessu divi Marci 3.11.4-7

Herodian, Ab excessu divi Marci, 3.11.4 to 3.11.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/herodian/ab-excessu-divi-marci/3.11.4

ἀλαζονείας. ἃ δὴ μὴ φέρων ὁ Πλαυτιανὸς ἐτόλμησεν ἐπιβουλεῦσαι τῇ ἀρχῇ. καὶ μηχανᾶται τοιάδε. Σατορνῖνος ἦν εἷς τῶν ὑπ’ αὐτῷ χιλιαρχούντων. οὗτος ὑπερβαλλόντως τὸν Πλαυτιανὸν ἐθεράπευε: καὶ πάντων μὲν τοῦτο ποιούντων, ἐκεῖνος δὲ πλείονι θρησκείᾳ ᾠκείωτο αὐτόν. τοῦτον πιστότατον ἡγούμενος καὶ ἀπορρήτους μόνον οἷόν τε φυλάξαι καὶ πληρῶσαι ἐντολάς, περὶ δείλην μεταπεμψάμενος πάντων ἀνακεχωρηκότων νῦν σοι καιρός ἔφη τέλος γενναῖον ἐπιθεῖναι εὐνοίᾳ τε καὶ ὑπηρεσίᾳ ἣν πρός με ἐπεδείξω, ἐμοί τε ἀμείψασθαί σε κατ̓ ἀξίαν καὶ τὴν προσήκουσαν χάριν ἀποδοῦναι. πρόκειται δέ σοι αἵρεσις ἢ τοῦ εἶναι ὅπερ ἐμὲ νῦν ὁρᾷς ὄντα, καὶ τήνδε τὴν ἐξουσίαν παραλαβεῖν διαδεξάμενόν με, ἢ τεθνάναι αὐτίκα ἀπειθείας ὑποσχόντα τιμωρίαν. μηδέ σε τοῦ ἔργου τὸ μέγεθος ἐκπληττέτω, μηδὲ τὸ τῶν βασιλέων ὄνομα ταραττέτω. εἰσιέναι γὰρ μέχρι τοῦ δωματίου ἔνθα ἀναπαύονται δύνασαι μόνος, ἅτε τὴν νυκτερινὴν φρουρὰν ἐκ περιόδου ἐγκεχειρισμένος. ὅ τι δ̓ ἂν μέλλῃς πράττειν, λανθάνων ἀκωλύτως ἐς τέλος ἄξεις, ἐπεὶ μήτ̓ ἐμὲ τοιαῦτα ἔτι κελεῦσαι προσδόκα μήτε σὲ ἐπακοῦσαι. ἄνελθε δὴ ἐς τὴν βασίλειον αὐλήν, καὶ ὥς τινας ἀγγελίας ἐπειγούσας καὶ ἀπορρήτους παῤ ἐμοῦ φέρων ἐπεισελθὼν αὐτοῖς ἀπόκτεινον. ἀνὴρ δὲ γενναῖος γενοῦ, ῥᾳδίως κατεργασάμενος πρεσβύτην τε καὶ παιδάριον. μετασχὼν γὰρ τὸ μέρος τῶν κινδύνων, μεθέξεις καὶ τῶν μεγίστων τῆς κατορθώσεως τιμῶν.

---

Herodian, Ab excessu divi Marci, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0015.tlg001.local001/.
