Ancient Greek · ~7 min
3.2.6 to 3.2.10
Herodian, Ab excessu divi Marci 3.2.6-10
Not analysed yet
γενομένης δὲ τῆς ἥττης κατὰ τὴν Κύζικον ἔφευγον οἱ τοῦ Νίγρου, ὡς ἕκαστος ἐδύνατο, σπεύδοντες, οἳ μὲν περὶ τὰς ὑπωρείας τῆς Ἀρμενίας, οἳ δὲ τὴν ἐπὶ Γαλατίας τε καὶ Ἀσίας, φθάσαι θέλοντες τὸν Ταῦρον ὑπερβῆναι, ὡς ἐντὸς τοῦ ἐρύματος γένοιντο. ὁ δὲ τοῦ Σἑ̣?ʼήρου στρατὸς περαιωθεὶς διὰ τῆς Κυζικηνῆς χώρας διαβάς τε ἐπὶ τὴν Βιθυνίαν ὅμορον οὖσαν ἠπείγετο. ὡς δὲ διέδραμε φήμη τῆς Σἑ̣?ʼήρου νίκης, εὐθὺς ἐν πᾶσι τοῖς ἔθνεσιν ἐκείνοις στάσις καὶ διάφορος γνώμη ἐνέπεσε ταῖς πόλεσιν, οὐχ οὕτω τῇ πρὸς τοὺς πολεμοῦντας βασιλέας ἀπεχθείᾳ τινὶ ἢ εὐνοίᾳ ὡς ζήλῳ καὶ ἔριδι τῇ πρὸς ἀλλήλας φθόνῳ τε καὶ καθαιρέσει τῶν ὁμοφύλων. ἀρχαῖον τοῦτο πάθος Ἑλλήνων, οἳ πρὸς ἀλλήλους στασιάζοντες ἀεὶ καὶ τοὺς ὑπερέχειν δοκοῦντας καθαιρεῖν θέλοντες ἐτρύχωσαν τὴν Ἑλλάδα. ἀλλὰ τὰ μὲν ἐκείνων γηράσαντα καὶ περὶ ἀλλήλοις συντριβέντα Μακεδόσιν εὐάλωτα καὶ Ῥωμαίοις δοῦλα γεγένηται: τὸ δὲ πάθος τοῦτο τοῦ ζήλου καὶ φθόνου μετῆλθεν ἐς τὰς καθ̓ ἡμᾶς ἀκμαζούσας πόλεις. κατὰ μὲν οὖν τὴν Βιθυνίαν εὐθὺς μετὰ τὰ ἐν Κυζίκῳ Νικομηδεῖς μὲν Σἑ̣?ʼήρῳ προσέθεντο καὶ πρέσβεις ἔπεμπον, τήν τε στρατιὰν ὑποδεχόμενοι καὶ πάντα παρέξειν ὑπισχνούμενοι, Νικαεῖς δὲ τῷ πρὸς Νικομηδέας μίσει τἀναντία ἐφρόνουν καὶ τὸν στρατὸν τοῦ Νίγρου ὑπεδέχοντο, εἴ τέ τινες ἐκ τῶν φυγόντων κατέφευγον πρὸς αὐτούς, καὶ τοὺς πεμφθέντας ὑπὸ τοῦ Νίγρου φρουρεῖν Βιθυνίαν. ἑκατέρωθεν οὖν ἐκ τῶν πόλεων ὡς ἀπὸ στρατοπέδων ὁρμώμενοι συνέβαλον ἀλλήλοις, καὶ μάχης καρτερᾶς γενομένης πολὺ περιεγένοντο οἱ τοῦ Σἑ̣?ʼήρου. φυγόντες δὲ οἱ τοῦ Νίγρου κἀκεῖθεν, ὅσοι περιελείφθησαν, ἐπὶ τὰ στενὰ τοῦ Ταύρου ἠπείγοντο, ἀποκλείσαντές τε τὸ ἔρυμα ἐφύλαττον. ὁ δὲ Νίγρος φρουρὰν καταλιπὼν τοῦ ἐρύματος, ὡς ᾤετο, αὐτάρκη, ἐς τὴν Ἀντιόχειαν ἠπείγετο, στρατὸν ἀθροίζων καὶ χρήματα.