Ancient Greek · ~2 min
Book 3, Chapter 7
Herodian, Ab excessu divi Marci 3.7.1
Not analysed yet
ὡς δὲ ἀπηγγέλη τῷ Ἀλβίνῳ μὴ μέλλων ὁ Σἑ̣?ʼῆρος ἀλλ̓ ἤδη παρεσόμενος, ὑπτιάζοντι καὶ τρυφῶντι μεγάλην ταραχὴν ἐνέβαλε. περαιωθεὶς δὲ ἀπὸ τῆς Βρεττανίας ἐς τὴν ἀντικειμένην Γαλλίαν ἐστρατοπέδευσεν. ἔπεμψέ τε ἐς πάντα τὰ γειτνιῶντα ἔθνη, τοῖς τε ἡγουμένοις ἐπέστειλε χρήματά τε πέμπειν καὶ τροφὰς τῷ στρατῷ. καὶ οἱ μὲν πεισθέντες ἔπεμψαν ὀλεθρίως: ὕστερον γὰρ ἐκολάσθησαν: ὅσοι δὲ οὐκ ἐπίστευσαν εὐτυχῶς μᾶλλον γνόντες ἢ εὐβούλως, ἐσώθησαν. ἡ γὰρ ἀπόβασις καὶ ἡ τύχη τοῦ πολέμου τὰς