Ancient Greek · ~2 min
Book 3, Chapter 7
Herodian, Ab excessu divi Marci 3.7.3
Not analysed yet
ῥᾳδία ἦν ἡ τροπή. ὡς δέ τινες τῶν τότε ἱστόρησαν, οὐ πρὸς χάριν ἀλλὰ πρὸς ἀλήθειαν λέγοντες, πολύ τι ὑπερέσχεν ἡ φάλαγξ τοῦ Ἀλβίνου στρατοῦ, καθ̓ ὃ μέρος τέτακτο ὁ Σἑ̣?ʼῆρος καὶ ὁ σὺν αὐτῷ στρατός, ὡς φυγεῖν τε αὐτὸν καὶ τοῦ ἵππου ἐκπεσεῖν, ἀπορρίψαντα δὲ τὴν χλαμύδα τὴν βασιλικὴν λαθεῖν. ἤδη δὲ διωκόντων καὶ παιωνιζόντων τῶν Βρεττανῶν ὡς δὴ νενικηκότων, ἐπιφανῆναι Λαῖτον, στρατηγὸν ὄντα Σἑ̣?ʼήρου, σὺν τῷ στρατῷ οὗ ἦρχεν, ἀκμῆτί τε