# Ab excessu divi Marci 3.9.10-12

Herodian, Ab excessu divi Marci, 3.9.10 to 3.9.12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/herodian/ab-excessu-divi-marci/3.9.10

ἡσύχαζεν οὖν, μηδέν τι δεινὸν προσδεχόμενος. ὁ δὲ τοῦ Σἑ̣?ʼήρου στρατὸς ἄκων προσαχθεὶς ὑπὸ τοῦ ῥεύματος ταῖς ἐπέκεινα ὄχθαις, ἀπόβασίν τε ποιησάμενος, τὴν γῆν ἐλεηλάτει, θρέμματά τε τὰ ἐμπίπτοντα ἀπελαύνων, ἵν̓ ἔχῃ τροφάς, καὶ κώμας ἐμπιπρὰς τὰς ἐμπιπτούσας. κατ̓ ὀλίγον τε προϊὼν ἐπέστη Κτησιφῶντι, ἔνθ̓ ἦν ὁ μέγας βασιλεὺς Ἀρτάβανος. προσπεσόντες δὲ οἱ Ῥωμαῖοι ἀπαρασκεύοις τοῖς βαρβάροις, πάντα τε τὸν ἐμπίπτοντα ἐφόνευον καὶ διήρπασαν τὰ ἐν τῇ πόλει, πάντας τε παῖδας καὶ γυναῖκας αἰχμαλώτους ἔλαβον. φυγόντος δὲ τοῦ βασιλέως σὺν ὀλίγοις ἱππεῦσι τούς τε θησαυροὺς αὐτοῦ τῶν χρημάτων αἴρουσι, καὶ πάντα τὸν κόσμον καὶ κειμήλια ἁρπάσαντες ἐπανίασιν. οὕτω μὲν δὴ Σἑ̣?ʼῆρος, τύχῃ μᾶλλον ἢ γνώμῃ, τῇ κατὰ Παρθυαίων νίκῃ κεκόσμητο: τούτων δὲ αὐτῷ δεξιῶς καὶ ὑπὲρ πᾶσαν εὐχὴν προχωρησάντων ἐπέστειλε τῇ τε συγκλήτῳ καὶ τῷ δήμῳ, τάς τε πράξεις μεγαληγορῶν, τὰς μάχας τε καὶ τὰς νίκας δημοσίαις ἀνέθηκε γραφαῖς. ἡ δὲ σύγκλητος πάσας τε τιμὰς ἐψηφίσατο αὐτῷ, καὶ προσηγορίας ἀπὸ τῶν ἐθνῶν τῶν κεχειρωμένων.

---

Herodian, Ab excessu divi Marci, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0015.tlg001.local001/.
