Ancient Greek · ~2 min
Book 3, Chapter 9
Herodian, Ab excessu divi Marci 3.9.2
Not analysed yet
ἐστράτευσεν ἐπὶ τὴν ἀνατολήν. παριὼν δὲ καὶ τὴν Ἀρμενίαν καταδραμεῖν ἠθέλησε: φθάσας δὲ ὁ τῶν Ἀρμενίων βασιλεὺς χρήματά τε αὐτῷ καὶ δῶρα ὁμήρους τε ἱκετεύων ἔπεμψε, σπονδὰς καὶ εὔνοιαν ὑπισχνούμενος. ὁ δὲ Σἑ̣?ʼῆρος τῶν ἐν Ἀρμενίᾳ προχωρούντων κατὰ γνώμην ἐπὶ τὴν Ἀτρηνῶν ἠπείγετο. προσέφυγε δὲ αὐτῷ καὶ ὁ Ὀσροηνῶν βασιλεὺς Αὔγαρος, τούς τε παῖδας ὁμηρεύειν ἐς ἀσφάλειαν πίστεως ἐξέδωκε, τοξότας τε πλείστους συμμάχους ἤγαγεν.