# Ab excessu divi Marci 4.10.1-3

Herodian, Ab excessu divi Marci, 4.10.1 to 4.10.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/herodian/ab-excessu-divi-marci/4.10.1

ἐπιθυμήσας δὲ μετ̓ οὐ πολὺ Παρθικὸς κληθῆναι καὶ Ῥωμαίοις ἐπιστεῖλαι ὡς χειρωσάμενος τοὺς κατὰ τὴν ἀνατολὴν βαρβάρους, καίτοι γε οὔσης εἰρήνης βαθείας, μηχανᾶται τοιόνδε τι. ἐπιστέλλει τῷ βασιλεῖ Παρθυαίων ʽἈρτάβανος δ̓ ἦν ὄνομα αὐτᾦ, πέμπει τε πρεσβείαν καὶ δῶρα πάσης ὕλης τε πολυτελοῦς καὶ τέχνης ποικίλης. τὰ δὲ γράμματα ἔλεγεν ὅτι δὴ βούλεται ἀγαγέσθαι αὐτοῦ τὴν θυγατέρα πρὸς γάμον: ἁρμόζειν δὲ αὐτῷ, βασιλεῖ τε καὶ βασιλέως υἱῷ, μὴ ἰδιώτου τινὸς καὶ εὐτελοῦς γαμβρῷ γενέσθαι, ἀγαγέσθαι δὲ βασιλίδα τε καὶ μεγάλου βασιλέως θυγατέρα. δύο δὲ ταύτας ἀρχὰς εἶναι μεγίστας, τήν τε Ῥωμαίων καὶ τὴν Παρθυαίων: ἃς συναχθείσας κατ̓ ἐπιγαμίαν, μηκέτι ποταμῷ διωρισμένας, μίαν ποιήσειν ἀρχὴν ἀνανταγώνιστον: τὰ γὰρ λοιπὰ ἔθνη βάρβαρα, ὅσα μὴ ὑπὸ ταῖς τούτων βασιλείαις, εὐάλωτα ἔσεσθαι αὐτοῖς, κατὰ ἔθνη καὶ κατὰ συστήματα ἀρχόμενα. εἶναι δὲ Ῥωμαίοις μὲν πεζὸν στρατὸν καὶ τὴν διὰ δοράτων συστάδην μάχην ἀνανταγώνιστον, Παρθυαίοις δὲ ἵππον τε πολλὴν καὶ τὴν διὰ

---

Herodian, Ab excessu divi Marci, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0015.tlg001.local001/.
