Ancient Greek · ~1 min
Book 4, Chapter 10
Herodian, Ab excessu divi Marci 4.10.5
Not analysed yet
τοιούτοις αὐτοῦ γράμμασιν ἐντυχὼν ὁ Παρθυαῖος τὰ μὲν πρῶτα ἀντέλεγε, φάσκων οὐχ ἁρμόζειν Ῥωμαίῳ γάμον βάρβαρον. τίνα γὰρ ἔσεσθαι συμφωνίαν ἐν αὐτοῖς, μήτε τῆς ἀλλήλων φωνῆς συνιεῖσιν, ἔν τε διαίτῃ καὶ σκευῇ διαφέρουσιν ἀλλήλων; εἶναι δὲ παρὰ Ῥωμαίοις εὐπατρίδας πολλούς, ὧν τινὸς ἐπιλέξασθαι δύναιτ̓ ἂν θυγατέρα, παρά τε αὑτῷ Ἀρσακίδας: καὶ μὴ δεῖν μηδέτερον γένος νοθεύεσθαι.