# Ab excessu divi Marci 4.11.3-9

Herodian, Ab excessu divi Marci, 4.11.3 to 4.11.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/herodian/ab-excessu-divi-marci/4.11.3

γαμβρὸν δὲ αὑτοῦ. πᾶν δὲ τὸ πλῆθος τῶν βαρβάρων ἄνθεσι τοῖς ἐπιχωρίοις κατεστεμμένον, ἐσθῆτί τε χρυσῷ καὶ βαφαῖς διαφόροις πεποικιλμένῃ κεκοσμημένον, ἑώρταζε, πρός τε αὐλοὺς καὶ σύριγγας τυμπάνων τε ἤχους ἐσκίρτων εὐρύθμως: χαίρουσι γὰρ τοιαύτην τινὰ ὄρχησιν κινούμενοι, ἐπὰν οἴνου πλείονος ἐμφορηθῶσιν. ὡς δὲ πᾶν συνῆλθε τὸ πλῆθος, τῶν τε ἵππων ἀπέβησαν, φαρέτρας τε καὶ τόξα ἀποθέμενοι περὶ σπονδὰς καὶ κύλικας εἶχον. πλεῖστον δὲ πλῆθος τῶν βαρβάρων ἤθροιστο, καὶ ὡς ἔτυχεν ἀτάκτως εἱστήκεσαν, οὐδὲν μὲν ἄτοπον προσδοκῶντες, σπεύδων δὲ ἕκαστος ἰδεῖν τὸν νυμφίον. τότε ὑφ̓ ἑνὶ συνθήματι κελεύει ὁ Ἀντωνῖνος τῷ ἰδίῳ στρατῷ ἐπιδραμεῖν καὶ φονεύειν τοὺς βαρβάρους. ἐκπλαγέντες δὲ τῷ πράγματι, παιόμενοί τε καὶ τιτρωσκόμενοι ἐτράποντο. αὐτός τε Ἀρτάβανος ἁρπαγεὶς ὑπὸ τῶν περὶ αὐτὸν δορυφόρων ἵππῳ τε ἐπιτεθεὶς ἀπέδρα μόλις μετ̓ ὀλίγων. τὸ δὲ λοιπὸν πλῆθος ἐκόπτετο τῶν βαρβάρων οὔτε τοὺς ἵππους ἐχόντων, οἷς χρῶνται μάλιστα ʽἀποβεβηκότες γὰρ εἱστήκεσαν, ἐκείνους ἀνέντες νέμεσθαἰ, οὔτε δρόμῳ χρήσασθαι δυναμένων πρὸς φυγήν, ἐμποδιζούσης αὐτοὺς τῆς περὶ τοῖς ποσὶ χαύνου ἐσθῆτος. φαρέτρας δὲ καὶ τόξα οὐκ εἶχον: τί γὰρ ἔχρῃζον αὐτῶν πρὸς γάμους; πολὺν δὲ ἐργασάμενος ὁ Ἀντωνῖνος φόνον τῶν βαρβάρων, λείαν τε καὶ αἰχμαλώτους παμπληθεῖς συλλαβών, ἀπῄει μηδενὸς αὐτῷ ἀνθεστῶτος, κώμας τε καὶ πόλεις ἐμπιπράς, δοὺς ἐξουσίαν τοῖς στρατιώταις ἁρπάζειν τε ἕκαστον ὃ δύναται καὶ ὃ βούλεται αὐτὸς κτήσασθαι. τοιούτῳ μὲν δὴ πάθει ἐχρήσαντο οἱ βάρβαροι οὐ προσδοκηθέντι: ὁ δὲ Ἀντωνῖνος ἐπὶ πολὺ τῆς Παρθυαίων γῆς ἐλάσας, ἤδη καὶ τῶν στρατιωτῶν κεκμηκότων ἐν αὐτῷ τῷ ἁρπάζειν καὶ φονεύειν, ἐπανῆλθεν ἐς τὴν Μεσοποταμίαν. ἐκεῖ δὲ γενόμενος ἐπιστέλλει τῇ τε συγκλήτῳ καὶ τῷ Ῥωμαίων δήμῳ πᾶσαν ἀνατολὴν κεχειρῶσθαι καὶ τῆς ἐπέκεινα βασιλείας πάντας αὐτῷ παρακεχωρηκέναι. ἡ δὲ σύγκλητος, οὐκ ἀγνοοῦντες μὲν τὰ πεπραγμένα ʽλαθεῖν γὰρ ἔργα βασιλέως ἀδύνατον̓, πλὴν δέει καὶ κολακείᾳ ψηφίζονται αὐτῷ πάσας τιμὰς ἐπινικίους. διέτριβε δὲ μετὰ ταῦτα ἐν τῇ Μεσοποταμίᾳ ὁ Ἀντωνῖνος, ἡνιοχείαις σχολάζων καὶ θηρία παντοδαπὰ ἀναιρῶν.

---

Herodian, Ab excessu divi Marci, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0015.tlg001.local001/.
