Ancient Greek
Book 4, Chapter 12
Herodian, Ab excessu divi Marci 4.12.1
Not analysed yet
ἦσαν δὲ αὐτῷ ἐπάρχοντες τοῦ στρατοπέδου δύο, ὃ μὲν πρεσβύτης πάνυ, τὰ μὲν ἄλλα ἰδιώτης καὶ πολιτικῶν πραγμάτων ἀπείρως ἔχων, στρατιωτικὸς δὲ γεγενῆσθαι δοκῶν: Ἀδ̣̔?ʼέντος ὄνομα αὐτῷ: ὁ δὲ ἕτερος Μακρῖνος μὲν ἐκαλεῖτο, τῶν δὲ ἐν ἀγορᾷ οὐκ ἀπείρως εἶχε, καὶ μάλιστα νόμων ἐπιστήμης. ἐς τοῦτον οὖν ὡς μὴ στρατιωτικὸν μηδὲ γενναῖον δημοσίᾳ πολλάκις ἀπέσκωπτε, καὶ μέχρις αἰσχρᾶς βλασφημίας: