Ancient Greek · ~6 min
4.13.3 to 4.13.7
Herodian, Ab excessu divi Marci 4.13.3-7
Not analysed yet
συνέβη δὲ μετ̓ οὐ πολὺ τῆς σκέψεως ταύτης θελῆσαι τὸν Ἀντωνῖνον, διατρίβοντα ἐν Κάρραις τῆς Μεσοποταμίας, προελθεῖν τῆς βασιλείας ἀπελθεῖν τε ἐς τὸν νεὼν τῆς σελήνης, ἣν μάλιστα οἱ ἐπιχώριοι σέβουσιν. ἀφειστήκει δὲ τῆς πόλεως ὁ νεὼς πολύ, ὡς ὁδοιπορίας χρῄζειν. σὺν ἱππεῦσιν οὖν ὀλίγοις, ἵνα δὴ μὴ πάντα τὸν στρατὸν σκύλῃ, τὴν ὁδοιπορίαν ἐποιεῖτο, ὡς δὴ θύσας τῇ θεῷ ἐπανέλθοι. κατὰ δὲ τὴν μέσην ὁδὸν ἐπειχθεὶς ὑπὸ τῆς γαστρός, ἀποστῆναί τε πάντας κελεύσας, ἀνεχώρει σὺν ἑνὶ ὑπηρέτῃ ἀποσκευασόμενος τὰ ἐνοχλοῦντα. πάντες τοίνυν ἀπεστράφησαν καὶ ὡς πορρωτάτω ἀπῄεσαν, τιμὴν καὶ αἰδῶ τῷ γινομένῳ νέμοντες. ὁ δὲ Μαρτιάλιος τοὺς καιροὺς πάντας παραφυλάττων, ἰδών τε αὐτὸν μεμονωμένον, ὡς δὴ κληθεὶς ὑπ’ αὐτοῦ νεύματι ἐρῶν τι ἢ ἀκουσόμενος, προστρέχει, ἐπιστάς τε αὐτῷ τὰς ἐσθῆτας τῶν μηρῶν καθέλκοντι, ἀπεστραμμένον παίει ξιφιδίῳ, ὃ μετὰ χεῖρας ἔφερε λανθάνων. καιρίου δὲ τῆς πληγῆς ἐπὶ τῆς κατακλεῖδος γενομένης ἀπροσδοκήτως τε καὶ ἀφυλάκτως ὁ Ἀντωνῖνος ἀνῃρέθη. πεσόντος δὲ αὐτοῦ πηδήσας ἵππῳ ἔφυγεν ὁ Μαρτιάλιος. Γερμανοὶ δὲ ἱππεῖς, οἷς ὁ Ἀντωνῖνος ἔχαιρε φρουροῖς τε τοῦ σώματος ἐχρῆτο, οὐ τοσοῦτον ἀφεστῶτες ὅσον οἱ λοιποί, πρῶτοί τε ἰδόντες τὸ γενόμενον, διώξαντες τὸν Μαρτιάλιον κατηκόντισαν. ὡς δὲ καὶ ὁ λοιπὸς στρατὸς εἶδε τὸ πραχθέν, πάντες συνέδραμον, καὶ πρῶτος ὁ Μακρῖνος ἐπιστὰς τῷ πτώματι ὀλοφύρεσθαί τε καὶ θρηνεῖν προσεποιεῖτο. ὅ τε στρατὸς πᾶς χαλεπῶς καὶ δυσφόρως ἤνεγκε τὸ πραχθέν: συστρατιώτην γὰρ καὶ κοινωνὸν τοῦ βίου, ἀλλ̓ οὐκ ἄρχοντα ᾤοντο ἀποβεβληκέναι. καὶ οὐδεμίαν πω ἐπιβουλὴν ὑπώπτευον ἐκ τοῦ Μακρίνου, ᾤοντο δὲ τὸν