# Ab excessu divi Marci 4.14.1-5

Herodian, Ab excessu divi Marci, 4.14.1 to 4.14.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/herodian/ab-excessu-divi-marci/4.14.1

τελευτήσαντος δὲ τοῦ Ἀντωνίνου ἐν ἀφασίᾳ τε ἦν ὁ στρατὸς καὶ ἀπορίᾳ τοῦ πρακτέου: ἔμεινάν τε ἡμερῶν δύο ἀβασίλευτοι, ἐζήτουν τε ὃν ἐπιλέξονται ἄρχοντα. καὶ γὰρ ἠγγέλλετο μετὰ πολλοῦ πλήθους καὶ δυνάμεως ἐπιὼν ὁ Ἀρτάβανος, δίκας ἀπαιτήσων τιμωρήσων τε τοῖς ἐν σπονδαῖς καὶ εἰρήνῃ ἀνῃρημένοις. αἱροῦνται δὴ βασιλέα πρῶτον μὲν Ἀδ̣̔?ʼέντον ὡς στρατιωτικόν τε καὶ ἔπαρχον οὐ φαῦλον γενόμενον: ὃ δὲ γῆρας προϊσχόμενος παρῃτήσατο: μετ̓ ἐκεῖνον δὲ τὸν Μακρῖνον, πειθόντων αὐτοὺς χιλιάρχων, οἳ καὶ τῆς ἐπιβουλῆς τοῦ Ἀντωνίνου συνωμόται καὶ κοινωνοὶ τοῦ Μακρίνου γεγενῆσθαι ὑπωπτεύθησαν. ὕστερον γοῦν ἐκολάσθησαν μετὰ τὴν ἐκείνου τελευτήν, ὡς ἐν τοῖς ἑξῆς ἐροῦμεν. παρέλαβε δὲ τὴν βασιλείαν ὁ Μακρῖνος οὐχ οὕτως εὐνοίᾳ καὶ πίστει τῶν στρατιωτῶν ὡς ἀνάγκῃ καὶ χρείᾳ τοῦ παρόντος καιροῦ. τούτων δὲ πραττομένων ἐφίσταται ὁ Ἀρτάβανος μετὰ μεγίστου πλήθους καὶ δυνάμεως, ἵππον τε πολλὴν ἄγων καὶ τοξοτῶν μέγα τι πλῆθος καταφράκτους τε ἀπὸ καμήλων ἔξωθεν μακροῖς δόρασιν. ὡς δ̓ ἀπηγγέλη προσιών, συγκαλέσας τοὺς στρατιώτας ὁ Μακρῖνος ἔλεξε τοιάδε. ἀλγεῖν μὲν ὑμᾶς πάντας ἐπὶ τοιούτου βασιλέως, ἢ ἵνα τἀληθῆ λέγοιμι, συστρατιώτου ἀποβολῇ θαυμαστὸν οὐδέν: φέρειν δὲ τὰς συμφορὰς καὶ τὰ προσπίπτοντα μετρίως ὑπομένειν ἀνθρώπων ἔργον σωφρονούντων. ἡ μὲν γὰρ ἐκείνου μνήμη ἔν τε τοῖς ὑμετέροις στέρνοις ἐγκείσεται, τοῖς τε ἐς ὕστερον παραδοθήσεται δόξαν ἀίδιον φέρουσα μεγάλων τε καὶ γενναίων ἔργων ὧν ἔδρασε, φίλτρων τε καὶ εὐνοίας καμάτων τε κοινωνίας τῆς πρὸς ὑμᾶς. νῦν δὲ καιρός, τιμήσαντας ὡς χρὴ τὴν μνήμην τοῦ τετελευτηκότος, ἀφοσιωσαμένους τε τὰ

---

Herodian, Ab excessu divi Marci, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0015.tlg001.local001/.
