Ancient Greek · ~4 min
4.5.1 to 4.5.3
Herodian, Ab excessu divi Marci 4.5.1-3
Not analysed yet
ἐπιμείνας δὲ ὁ Ἀντωνῖνος τῆς νυκτὸς ἐκείνης ἐν τῷ νεῷ τοῦ στρατοπέδου, θαρρήσας τε καὶ ταῖς ἐπιδόσεσιν οἰκειωσάμενος τοὺς στρατιώτας, ἐς τὴν σύγκλητον κατῆλθε μετὰ παντὸς τοῦ στρατοῦ, ὡπλισμένου μᾶλλον ἢ ἔθος ἐστὶ βασιλέα προπέμπειν. εἰσελθὼν δὲ καὶ θύσας, τοῦ τε βασιλείου ἐπιβὰς θρόνου, ἔλεξε τοιάδε. οὐκ ἀγνοῶ μὲν ὅτι πᾶς οἰκείου φόνος εὐθέως ἀκουσθεὶς μεμίσηται, τό τε ὄνομα ταῖς ἀκοαῖς ἅμα τῷ προσπεσεῖν εὐθὺς φέρει χαλεπὴν διαβολήν. τοῖς μὲν γὰρ δυστυχήσασιν ἔλεος, τοῖς δὲ κρατήσασι φθόνος παρακολουθεῖ: καὶ τὸ μὲν ἡττηθὲν ἐν τοῖς τοιούτοις ἀδικεῖσθαι, τὸ δὲ νικῆσαν ἀδικεῖν δοκεῖ. πλὴν εἴ τις ὀρθῇ κρίσει καὶ μὴ διαθέσει τῇ πρὸς τὸν πεσόντα τὸ πεπραγμένον λογίζοιτο, τήν τε αἰτίαν αὐτοῦ καὶ τὴν ὑπόθεσιν ἐξετάζοι, εὕροι ἂν ὁμοῦ καὶ εὔλογον καὶ ἀναγκαῖον τὸν μέλλοντα πείσεσθαι δεινὸν ἀμύνασθαι μᾶλλον ἢ ὑπομεῖναι: τῇ μὲν γὰρ συμφορᾷ τοῦ πεσόντος καὶ ἀνανδρίας ψόγος παρακολουθεῖ, ὁ δὲ κρατήσας ἅμα τῷ σεσῶσθαι καὶ δόξαν ἀνδρείας