Ancient Greek
4.5.5 to 4.5.6
Herodian, Ab excessu divi Marci 4.5.5-6
Not analysed yet
ἐς τοῦτο παρεσκευασμένους. ὅπερ ἐγὼ προμηθείᾳ πολλῇ καὶ ἀγχινοίᾳ συνεὶς ἠμυνάμην ὡς πολέμιον, ἐπεὶ μήτε γνώμην ἔτι μήτε ὁρμὴν ἔφερεν ἀδελφοῦ. ἀμύνεσθαί τε τοὺς ἐπιβουλεύοντας οὐ μόνον δίκαιον ἀλλὰ καὶ σύνηθες. αὐτὸς γοῦν ὁ τῆσδε τῆς πόλεως κτίστης Ῥωμύλος οὐκ ἤνεγκεν ἀδελφὸν ὑβρίσαντα μόνον ἐς τὰ ἐκείνου ἔργα. σιγῶ Γερμανικὸν τὸν Τιβερίου καὶ Βρεττανικὸν τὸν Νέρωνος καὶ Τίτον τὸν Δομετιανοῦ. Μάρκος αὐτός, φιλοσοφίαν καὶ ἐπιείκειαν προσποιούμενος, Λουκίου τὴν ὕβριν οὐκ ἤνεγκεν ὄντος γαμβροῦ, ἀλλ̓ ἐξ ἐπιβουλῆς αὐτὸν ἀπεσείσατο. ἐγὼ δὲ δηλητηρίων παρεσκευασμένων, ξίφους ἐπῃωρημένου τὸν ἐχθρὸν ἠμυνάμην: τοῦτο γὰρ αὐτῷ