Ancient Greek · ~2 min
Book 4, Chapter 7
Herodian, Ab excessu divi Marci 4.7.7
Not analysed yet
τά τε ὅπλα βαστάζων ἑαυτῷ. ἔστι δ̓ ὅτε καὶ τὰ τῶν στρατοπέδων σύμβολα, ἐπιμήκη ὄντα καὶ χρυσοῖς ἀναθήμασι πολλοῖς κεκοσμημένα, μόλις ὑπὸ τῶν γενναιοτάτων στρατιωτῶν φερόμενα ἐπιθεὶς τοῖς ὤμοις ἔφερεν αὐτός. διὰ δὴ ταῦτα καὶ τὰ τούτοις ὅμοια ὡς στρατιωτικὸς ὑπ’ αὐτῶν ἐφιλεῖτο καὶ ὡς γενναῖος ἐθαυμάζετο: καὶ γὰρ ἦν θαύματος ἄξιον ἐν μικρῷ πάνυ τὸ μέγεθος σώματι γενναίων πόνων ἄσκησις τοσαύτη.