# Ab excessu divi Marci 4.8.1-3

Herodian, Ab excessu divi Marci, 4.8.1 to 4.8.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/herodian/ab-excessu-divi-marci/4.8.1

ἐπεὶ δὲ τὰ παρὰ τῷ Ἴστρῳ στρατόπεδα διῴκησε, κατῆλθέ τε εἰς Θρᾴκην Μακεδόσι γειτνιῶσαν, εὐθὺς Ἀλέξανδρος ἦν, καὶ τήν τε μνήμην αὐτοῦ παντοίως ἀνενεώσατο, εἰκόνας τε καὶ ἀνδριάντας ἐν πάσαις πόλεσιν ἀναστῆναι ἐκέλευσε, τήν τε Ῥώμην ἐπλήρωσεν ἀνδριάντων καὶ εἰκόνων, ἐν τῷ Καπετωλίῳ καὶ ἐν ἄλλοις ἱεροῖς, τῆς πρὸς Ἀλέξανδρον συναφείας. ἔσθ̓ ὅπου δὲ καὶ χλεύης εἴδομεν ἀξίας εἰκόνας, ἐν γραφαῖς ἑνὸς σώματος ὑπὸ περιφερείᾳ κεφαλῆς μιᾶς ὄψεις ἡμιτόμους δύο, Ἀλεξάνδρου τε καὶ Ἀντωνίνου. προῄει δὲ αὐτὸς ἐν Μακεδονικῷ σχήματι, καυσίαν τε ἐπὶ τὴν κεφαλὴν φέρων καὶ κρηπῖδας ὑποδούμενος. ἐπιλεξάμενός τε νεανίας καὶ στρατεύσας Μακεδονικὴν ἐκάλει φάλαγγα, τούς τε ἡγουμένους αὐτῆς φέρειν τὰ τῶν ἐκείνου στρατηγῶν ὀνόματα. ἀπό τε Σπάρτης μεταπεμψάμενος νεανίας Λακωνικὸν καὶ Πιτανάτην λόχον ἐκάλει. ταῦτα δὲ ποιήσας, τά τε ἐν ταῖς πόλεσι διοικήσας ὡς ἐνεδέχετο, ἠπείχθη ἐς Πέργαμον τῆς Ἀσίας, χρήσασθαι βουλόμενος θεραπείαις τοῦ Ἀσκληπιοῦ. ἀφικόμενος δὴ ἐκεῖ, καὶ ἐς ὅσον ἤθελε τῶν ὀνειράτων

---

Herodian, Ab excessu divi Marci, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0015.tlg001.local001/.
