Ancient Greek · ~4 min
4.9.3 to 4.9.5
Herodian, Ab excessu divi Marci 4.9.3-5
Not analysed yet
τὴν ἀλήθειαν. πολλὰ τοίνυν ἐκείνων αὐτὸν σκωψάντων ἔς τε τὴν τοῦ ἀδελφοῦ ἀναίρεσιν, καὶ τὴν πρεσβῦτιν Ἰοκάστην καλούντων, ἐκεῖνον δὲ χλευαζόντων ὅτι δὴ μικρὸς ὢν Ἀλέξανδρον καὶ Ἀχιλλέα γενναιοτάτους καὶ μεγίστους ἥρωας ἐμιμεῖτο, τοιαῦτά τινα παίζειν αὐτῶν δοκούντων, ὀλέθρια καὶ ἐπίβουλα κατ̓ αὐτῶν σκέψασθαι τὸν Ἀντωνῖνον ἠνάγκασαν, φύσει ὄντα ὀργίλον καὶ φονικόν. συμπανηγυρίσας τοίνυν αὐτοῖς καὶ συνεορτάσας, ὡς εἶδε πᾶσαν τὴν πόλιν πλήθους μεγίστου πεπληρωμένην τῶν ἀπὸ πάσης περὶ αὐτὴν χώρας ἐκεῖ συνελθόντων, διὰ προγράμματος πᾶσαν τὴν νεολαίαν ἔς τι πεδίον κελεύει συνελθεῖν, φήσας ἐς τὴν Ἀλεξάνδρου τιμὴν φάλαγγα βούλεσθαι συστήσασθαι, ὥσπερ Μακεδονικὴν καὶ Σπαρτιᾶτιν, οὕτω καὶ τοῦ ἥρωος ἐπωνύμους. κελεύει δὴ στιχηδὸν τοὺς νεανίας πάντας διαστῆναι, ὡς ἂν ἐπελθὼν ἕκαστον ἴδῃ πῶς τε ἡλικίας ἔχοι καὶ μεγέθους σώματος καὶ εὐεξίας ἐς στρατείαν ἐπιτηδείου. ταύταις αὐτοῦ ταῖς ὑποσχέσεσι πιστεύσαντες οἱ νεανίαι πάντες, ἐοικότα τε ἐλπίσαντες διὰ τὴν προϋπάρξασαν παῤ αὐτοῦ ἐς τὴν πόλιν τιμήν, συνῆλθον ἅμα γονεῦσί τε καὶ ἀδελφοῖς συνηδομένοις αὐτῶν ταῖς