Ancient Greek · ~2 min
4.9.7 to 4.9.8
Herodian, Ab excessu divi Marci 4.9.7-8
Not analysed yet
περιειληφότες. τῶν δὲ στρατιωτῶν οἳ μὲν ἐφόνευον ἔξωθεν, οἳ δ̓ ὤρυττον ὀρύγματα μέγιστα ἕλκοντές τε τοὺς πίπτοντας ἐνέβαλλον, πληροῦντες σωμάτων: καὶ τὴν γῆν ἐπιχέοντες μέγιστον ἤγειρον ταχέως πολυάνδριον. πολλοί τε καὶ ἡμιθνῆτες εἱλκύσθησαν, ἔτι τε ἄτρωτοι συνεχώσθησαν. ἀλλὰ μὴν καὶ τῶν στρατιωτῶν οὐκ ὀλίγοι προσαπώλοντο: ὅσοι γὰρ ἔτι ἐμπνέοντες καὶ δυνάμεως μετρίως ἔχοντες συνωθοῦντο, περιπλεκόμενοι συγκαθεῖλκον αὐτούς. τοσοῦτος δὲ ἐγένετο φόνος ὡς ῥείθροις αἵματος διὰ τοῦ πεδίου τάς τε ἐκβολὰς τοῦ Νείλου μεγίστας οὔσας τόν τε περὶ τὴν πόλιν αἰγιαλὸν πάντα φοινιχθῆναι. τοιαῦτα δὴ ἐργασάμενος τὴν πόλιν, ἀπάρας ἐς Ἀντιόχειαν ἀφίκετο.