Ancient Greek · ~4 min
5.2.1 to 5.2.3
Herodian, Ab excessu divi Marci 5.2.1-3
Not analysed yet
ἀναγνωσθείσης δὲ τῆς τοιαύτης ἐπιστολῆς, εὐφημεῖ τε αὐτὸν ἡ σύγκλητος καὶ τὰς σεβασμίους τιμὰς πάσας ψηφίζεται. οὐχ οὕτω δὲ εὔφραινε πάντας ἡ Μακρίνου διαδοχή, ὡς ὑπερήδοντό τε καὶ πανδημεὶ ἑώρταζον ἐπὶ τῇ Ἀντωνίνου ἀπαλλαγῇ. ἕκαστός τε ᾤετο, μάλιστα τῶν ἐν ἀξιώσει τινὶ ἢ πράξει καθεστώτων, ξίφος ἀποσεσεῖσθαι τοῖς αὐχέσιν ἐπαιωρούμενον. συκοφάνται τε ἢ δοῦλοι, ὅσοι δεσπότας κατήγγελον, ἀνεσκολοπίσθησαν: ἥ τε Ῥωμαίων πόλις καὶ σχεδὸν πᾶσα ἡ ὑπὸ Ῥωμαίους οἰκουμένη καθαρθεῖσα πονηρῶν ἀνθρώπων, τῶν μὲν κολασθέντων τῶν δὲ ἐξωσθέντων, εἰ δέ τινες καὶ ἔλαθον, δἰ εὐλάβειαν ἡσυχαζόντων, ἐν ἀδείᾳ πολλῇ καὶ εἰκόνι ἐλευθερίας ἐβίωσαν ἐκείνου τοῦ ἔτους οὗ μόνου ὁ Μακρῖνος ἐβασίλευσε. τοσοῦτον δὲ ἥμαρτεν ὅσον μὴ διέλυσεν εὐθέως τὰ στρατόπεδα καὶ ἑκάστους ἐς τὰ ἑαυτῶν ἀπέπεμψεν, αὐτός τε ἐς τὴν Ῥώμην ποθοῦσαν ἠπείχθη, τοῦ δήμου ἑκάστοτε καλοῦντος μεγάλαις βοαῖς, ἐν δὲ τῇ Ἀντιοχείᾳ διέτριβε γένειόν τε ἀσκῶν, βαδίζων τε πλέον τοῦ δέοντος ἠρεμαίως, βραδύτατά τε καὶ μόλις τοῖς προσιοῦσιν ἀποκρινόμενος ὡς μηδ̓ ἀκούεσθαι